§2.3.1ἐπιφανεστάτας γὰρ πράξεις τῶν πρὸ αὐτοῦ κατειργασμένος ἔσπευδε τηλικαύτην κτίσαι τὸ μέγεθος πόλιν ὥστε μὴ μόνον αὐτὴν εἶναι μεγίστην τῶν τότε οὐσῶν κατὰ πᾶσαν τὴν οἰκουμένην, ἀλλὰ μηδὲ τῶν μεταγενεστέρων ἕτερον ἐπιβαλόμενον ῥᾳδίως ἂν ὑπερθέσθαι.
というのも、彼は先人たちよりも極めて輝かしい数々の偉業を成し遂げていたため、当時居住世界全体に存在していた都市の中で最大であるだけでなく、後世の人々の誰もがそれに挑んでも容易には凌駕し得ないほど、規模においてこれほど巨大な都市を創建することを切望したからである。
§2.3.2τὸν μὲν οὖν τῶν Ἀράβων βασιλέα τιμήσας δώροις καὶ λαφύροις μεγαλοπρεπέσιν ἀπέλυσε μετὰ τῆς ἰδίας στρατιᾶς εἰς τὴν οἰκείαν, αὐτὸς δὲ τὰς πανταχόθεν δυνάμεις καὶ παρασκευὰς πάντων τῶν ἐπιτηδείων ἀθροίσας παρὰ τὸν Εὐφράτην ποταμὸν ἔκτισε πόλιν εὖ τετειχισμένην, ἑτερόμηκες αὐτῆς ὑποστησάμενος τὸ σχῆμα.
そこで、彼はアラビア人の王に豪華な贈り物や戦利品を与えて称え、彼自身の軍勢とともに本国へと帰らせたが、彼自身は四方から軍勢を集め、またあらゆる必需品の備えを蓄えて、ユーフラテス川のほとりに堅固な城壁で囲まれた都市を創建し、その形状を長方形に定めた。
εἶχε δὲ τῶν μὲν μακροτέρων πλευρῶν ἑκατέραν ἡ πόλις ἑκατὸν καὶ πεντήκοντα σταδίων, τῶν δὲ βραχυτέρων ἐνενήκοντα.
この都市は、長い方の辺がそれぞれ150スタディオン、短い方の辺がそれぞれ90スタディオンあった。
§2.3.3διὸ καὶ τοῦ σύμπαντος περιβόλου συσταθέντος ἐκ σταδίων τετρακοσίων καὶ ὀγδοήκοντα τῆς ἐλπίδος οὐ διεψεύσθη·
それゆえ、外周全体が480スタディオンで構成されることになり、彼の期待は裏切られなかった。
τηλικαύτην γὰρ πόλιν οὐδεὶς ὕστερον ἔκτισε κατά τε τὸ μέγεθος τοῦ περιβόλου καὶ τὴν περὶ τὸ τεῖχος μεγαλοπρέπειαν.
なぜなら、外周の規模においても、城壁に関する壮麗さにおいても、これほど巨大な都市を後世に創建した者は一人もいなかったからである。
τὸ μὲν γὰρ ὕψος εἶχε τὸ τεῖχος ποδῶν ἑκατόν, τὸ δὲ πλάτος τρισὶν ἅρμασιν ἱππάσιμον ἦν·
実際、城壁は高さが100フィートあり、幅は戦車3台が並んで走れるほどであった。
οἱ δὲ σύμπαντες πύργοι τὸν μὲν ἀριθμὸν ἦσαν χίλιοι καὶ πεντακόσιοι, τὸ δʼ ὕψος εἶχον ποδῶν διακοσίων.
また、塔は全部で1500基あり、高さは200フィートあった。
§2.3.4κατῴκισε δʼ εἰς αὐτὴν τῶν μὲν Ἀσσυρίων τοὺς πλείστους καὶ δυνατωτάτους, ἀπὸ δὲ τῶν ἄλλων ἐθνῶν τοὺς βουλομένους.
そして彼は、アッシリア人のうち最も多くかつ最も有力な者たちと、他の諸民族のうち望む者たちをこの都市に入植させた。
καὶ τὴν μὲν πόλιν ὠνόμασεν ἀφʼ ἑαυτοῦ Νίνον, τοῖς δὲ κατοικισθεῖσι πολλὴν τῆς ὁμόρου χώρας προσώρισεν.
そして彼は、都市を自分自身にちなんで「ニノス」と名付け、入植した者たちに対して、隣接する多くの土地を割り当てた。