Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.4.1-2.4.6

塞米拉米斯的诞生与鸽子哺育的传说

第 104 段,共 406 段 · 希腊语

内容简介

尼诺斯国王远征巴克特里亚以及其妻子塞米拉米斯的出身故事。叙述了她作为阿斯卡隆女神德耳κε托之女诞生,并奇迹般地由鸽子喂养、被牧人西马斯抚养长大的传说。

§2.4.1ἐπεὶ δὲ μετὰ τὴν κτίσιν ταύτην ὁ Νίνος ἐστράτευσεν ἐπὶ τὴν Βακτριανήν, ἐν ᾗ Σεμίραμιν ἔγημε τὴν ἐπιφανεστάτην ἁπασῶν τῶν γυναικῶν ὧν παρειλήφαμεν, ἀναγκαῖόν ἐστι περὶ αὐτῆς προειπεῖν πῶς ἐκ ταπεινῆς τύχης εἰς τηλικαύτην προήχθη δόξαν.
但是在这次建城之后,尼诺斯出兵攻打巴克特里亚纳,并在那里娶了塞米拉米斯为妻,她是我们所听闻的所有女性中最杰出的一位;因此,有必要先叙述一下她的事情,她是如何从卑微的境遇被提升到如此崇高的声誉的。
§2.4.2κατὰ τὴν Συρίαν τοίνυν ἔστι πόλις Ἀσκάλων, καὶ ταύτης οὐκ ἄπωθεν λίμνη μεγάλη καὶ βαθεῖα πλήρης ἰχθύων.
在叙利亚有一座名叫阿斯卡隆的城市,离它不远有一个大而深的湖,里面全是鱼。
παρὰ δὲ ταύτην ὑπάρχει τέμενος θεᾶς ἐπιφανοῦς, ἣν ὀνομάζουσιν οἱ Σύροι Δερκετοῦν· αὕτη δὲ τὸ μὲν πρόσωπον ἔχει γυναικός, τὸ δʼ ἄλλο σῶμα πᾶν ἰχθύος διά τινας τοιαύτας αἰτίας.
在湖旁有一座显赫女神的神殿,叙利亚人称她为德耳κε托;她的脸是女人的,但身体的其他部分全都是鱼,其原因如下。
§2.4.3μυθολογοῦσιν οἱ λογιώτατοι τῶν ἐγχωρίων τὴν Ἀφροδίτην προσκόψασαν τῇ προειρημένῃ θεᾷ δεινὸν ἐμβαλεῖν ἔρωτα νεανίσκου τινὸς τῶν θυόντων οὐκ ἀειδοῦς· τὴν δὲ Δερκετοῦν μιγεῖσαν τῷ Σύρῳ γεννῆσαι μὲν θυγατέρα, καταισχυνθεῖσαν δʼ ἐπὶ τοῖς ἡμαρτημένοις τὸν μὲν νεανίσκον ἀφανίσαι, τὸ δὲ παιδίον εἴς τινας ἐρήμους καὶ πετρώδεις τόπους ἐκθεῖναι· ἑαυτὴν δὲ διὰ τὴν αἰσχύνην καὶ λύπην ῥίψασαν εἰς τὴν λίμνην μετασχηματισθῆναι τὸν τοῦ σώματος τύπον εἰς ἰχθῦν· διὸ καὶ τοὺς Σύρους μέχρι τοῦ νῦν ἀπέχεσθαι τούτου τοῦ ζῴου καὶ τιμᾶν τοὺς ἰχθῦς ὡς θεούς.
当地最博学的人传说,阿佛洛狄忒对前述女神心怀不满,使她对一个献祭的、容貌不俗的年轻人产生了强烈的爱意;而德耳κε托与这个叙利亚人结合,生下了一个女儿,但她为自己的过错感到羞耻,于是让那个年轻人消失,并将婴儿遗弃在某些荒凉且多石的地方;她自己则因羞耻和悲伤投湖自尽,将自己的身体形态变成了鱼;因此叙利亚人直到今天都禁食这种生物,并将鱼当作神明来崇拜。
§2.4.4περὶ δὲ τὸν τόπον ὅπου τὸ βρέφος ἐξετέθη πλήθους περιστερῶν ἐννεοττεύοντος παραδόξως καὶ δαιμονίως ὑπὸ τούτων τὸ παιδίον διατρέφεσθαι· τὰς μὲν γὰρ ταῖς πτέρυξι περιεχούσας τὸ σῶμα τοῦ βρέφους πανταχόθεν θάλπειν, τὰς δʼ ἐκ τῶν σύνεγγυς ἐπαύλεων, ὁπότε τηρήσειαν τούς τε βουκόλους καὶ τοὺς ἄλλους νομεῖς ἀπόντας, ἐν τῷ στόματι φερούσας γάλα διατρέφειν παρασταζούσας ἀνὰ μέσον τῶν χειλῶν.
在婴儿被遗弃的地方周围,因为有大群鸽子筑巢,不可思议且神圣地,孩子被它们抚养着;因为一些鸽子用翅膀环绕着婴儿的身体,从四面八方取暖,而另一些鸽子则从附近的畜棚里,每当它们观察到牧牛人和其他牧人不在时,便用嘴含着牛奶,滴在婴儿的嘴唇之间来喂养它。
§2.4.5ἐνιαυσίου δὲ τοῦ παιδίου γενομένου καὶ στερεωτέρας τροφῆς προσδεομένου, τὰς περιστερὰς ἀποκνιζούσας ἀπὸ τῶν τυρῶν παρέχεσθαι τροφὴν ἀρκοῦσαν.
当孩子一岁大、需要更坚实的食物时,鸽子们便从奶酪上啄下碎片,提供充足的食物。
τοὺς δὲ νομεῖς ἐπανιόντας καὶ θεωροῦντας περιβεβρωμένους τοὺς τυροὺς θαυμάσαι τὸ παράδοξον· παρατηρήσαντας οὖν καὶ μαθόντας τὴν αἰτίαν εὑρεῖν τὸ βρέφος, διαφέρον τῲ κάλλει.
牧人们回来看到奶酪四周都被啄过,对这件奇事感到惊异;因此,他们通过观察并得知了原因,找到了那个美貌非凡的婴儿。
§2.4.6εὐθὺς οὖν αὐτὸ κομίσαντας εἰς τὴν ἔπαυλιν δωρήσασθαι τῷ προεστηκότι τῶν βασιλικῶν κτηνῶν, ὄνομα Σίμμᾳ· καὶ τοῦτον ἄτεκνον ὄντα τὸ παιδίον τρέφειν ὡς θυγάτριον μετὰ πάσης ἐπιμελείας, ὄνομα θέμενον Σεμίραμιν, ὅπερ ἐστὶ κατὰ τὴν τῶν Σύρων διάλεκτον παρωνομασμένον ἀπὸ τῶν περιστερῶν, ἃς ἀπʼ ἐκείνων τῶν χρόνων οἱ κατὰ Συρίαν ἅπαντες διετέλεσαν ὡς θεὰς τιμῶντες.
于是他们立刻把它带到畜棚,送给了皇家牲畜的主管,名叫西马斯;他没有孩子,便倾注全部心血将这个孩子当成自己的女儿抚养,并起名为塞米拉米斯,这个名字在叙利亚人的方言中是由鸽子衍生而来的,而自那时起,叙利亚的所有居民都一直将鸽子当作女神来崇拜。

词汇与语法注释

  1. 2.4.1ὧν — 关系代词的格同化(Attraction)。关系代词 ὧν 本来应当是及物动词 παρειλήφαμεν(“我们所听闻/传承”)的直接宾语而用宾格 ἃς,但受其先行词 ἁπασῶν τῶν γυναικῶν(属格)的影响,被同化成了属格 ὧν。
  2. 2.4.3μυθολογοῦσιν — 间接引语中的宾格加不定式(AcI)结构。在主句动词 μυθολογοῦσιν(“他们传说/叙述”)的支配下,一连串的事件(§2.4.3至§2.4.6)以宾格作主语、不定式作谓语动词的间接引语形式展开,例如 τὴν Ἀφροδίτην ... ἐμβαλεῖν(“阿佛洛狄忒……植入……”)以及 τὴν δὲ Δερκετοῦν ... γεννῆσαι(“Δερκετοῦν……生下……”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.4.1-2.4.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.4.1-2.4.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。