§1.75.1περὶ δὲ τὰς κρίσεις οὐ τὴν τυχοῦσαν ἐποιοῦντο σπουδήν, ἡγούμενοι τὰς ἐν τοῖς δικαστηρίοις ἀποφάσεις μεγίστην ῥοπὴν τῷ κοινῷ βίῳ φέρειν πρὸς ἀμφότερα.
裁判に関しては、彼らは並大抵ではない熱意を注いでいた。 裁判所における判決が、共同体の生活に対して、良い方向にも悪い方向にも、きわめて大きな影響を及ぼすと考えていたからである。
§1.75.2δῆλον γὰρ ἦν ὅτι τῶν μὲν παρανομούντων κολαζομένων, τῶν δʼ ἀδικουμένων βοηθείας τυγχανόντων, ἀρίστη διόρθωσις ἔσται τῶν ἁμαρτημάτων·
なぜなら、法を犯す者が罰せられ、不当な扱いを受ける者が援助を得るならば、過ちの最善の是正が行われることは明らかであったからである。
εἰ δʼ ὁ φόβος ὁ γινόμενος ἐκ τῶν κρίσεων τοῖς παρανομοῦσιν ἀνατρέποιτο χρήμασιν ἢ χάρισιν, ἐσομένην ἑώρων τοῦ κοινοῦ βίου σύγχυσιν.
しかし、もし裁判から生じる、法を犯す者たちへの恐れが、金銭や情実によって覆されるならば、共同体の生活の混乱が生じるであろうことを彼らは見て取っていた。
§1.75.3διόπερ ἐκ τῶν ἐπιφανεστάτων πόλεων τοὺς ἀρίστους ἄνδρας ἀποδεικνύντες δικαστὰς κοινοὺς οὐκ ἀπετύγχανον τῆς προαιρέσεως.
それゆえ、最も名高い諸都市から最善の男たちを選出して共通の裁判官とすることで、彼らはその意図を外さなかった。
ἐξ Ἡλίου γὰρ πόλεως καὶ Θηβῶν καὶ Μέμφεως δέκα δικαστὰς ἐξ ἑκάστης προέκρινον·
実際、ヘリオポリス、テーベ、メンフィスから、それぞれ十人の裁判官をあらかじめ選んだ。
καὶ τοῦτο τὸ συνέδριον οὐκ ἐδόκει λείπεσθαι τῶν Ἀθήνησιν Ἀρεοπαγιτῶν ἢ τῶν παρὰ Λακεδαιμονίοις γερόντων.
そして、この評議会は、アテナイにおけるアレオパゴス会議の議員たちや、ラケダイモン人における長老たちに劣らないと考えられていた。
§1.75.4ἐπεὶ δὲ συνέλθοιεν οἱ τριάκοντα, ἐπέκρινον ἐξ ἑαυτῶν ἕνα τὸν ἄριστον, καὶ τοῦτον μὲν ἀρχιδικαστὴν καθίσταντο, εἰς δὲ τὸ τούτου τόπον ἀπέστελλεν ἡ πόλις ἕτερον δικαστήν.
この三十人が集まると、彼らは自分たちの中から最も優れた一人を決定し、この者を裁判長に任命した。 そして、その者の席には、その都市が別の裁判官を派遣した。
συντάξεις δὲ τῶν ἀναγκαίων παρὰ τοῦ βασιλέως τοῖς μὲν δικασταῖς ἱκαναὶ πρὸς διατροφὴν ἐχορηγοῦντο, τῷ δʼ ἀρχιδικαστῇ πολλαπλάσιοι.
裁判官たちには王から生活必需品の手当が、生活を維持するのに十分なだけ支給され、裁判長にはその数倍が支給された。
§1.75.5ἐφόρει δʼ οὗτος περὶ τὸν τράχηλον ἐκ χρυσῆς ἁλύσεως ἠρτημένον ζῴδιον τῶν πολυτελῶν λίθων, ὃ προσηγόρευον ἀλήθειαν.
裁判長は、首の回りに金の鎖から吊り下げられた、高価な宝石で作られた小像を身につけており、彼らはそれを「真理」と呼んでいた。
τῶν δʼ ἀμφισβητήσεων ἤρχοντο ἐπειδὰν τὴν τῆς ἀληθείας εἰκόνα ὁ ἀρχιδικαστὴς πρόσθοιτο.
そして裁判長が「真理」の像を身につけたときに、裁判が開始された。
§1.75.6τῶν δὲ πάντων νόμων ἐν βιβλίοις ὀκτὼ γεγραμμένων, καὶ τούτων παρακειμένων τοῖς δικασταῖς, ἔθος ἦν τὸν μὲν κατήγορον γράψαι καθʼ ἓν ὧν ἐνεκάλει καὶ πῶς γέγονε καὶ τὴν ἀξίαν τοῦ ἀδικήματος ἢ τῆς βλάβης, τὸν ἀπολογούμενον δὲ λαβόντα τὸ χρηματισθὲν ὑπὸ τῶν ἀντιδίκων ἀντιγράψαι πρὸς ἕκαστον ὡς οὐκ ἔπραξεν ἢ πράξας οὐκ ἠδίκησεν ἢ ἀδικήσας ἐλάττονος ζημίας ἄξιός ἐστι τυχεῖν.
すべての法律が八巻の書物に書き記されており、これらが裁判官たちの前に置かれている中で、原告は自分が訴える個々の告発内容、それがどのように起きたか、およびその不法行為または損害の評価額を書面にするのが慣習であった。 他方、被告は相手方から提出された書面を受け取り、それぞれの点に対して、自分はそれを行っていない、あるいはそれを行ったとしても不法行為はしていない、あるいは不法行為をしたとしても、より軽い罰を受けるに値する、と書面で答弁した。
§1.75.7ἔπειτα νόμιμον ἦν τὸν κατήγορον ἀντιγράψαι καὶ πάλιν τὸν ἀπολογούμενον ἀντιθεῖναι.
その後、原告がさらに書面で反論し、再び被告がそれに対して書面で弁明することが法律で定められていた。
ἀμφοτέρων δὲ τῶν ἀντιδίκων τὰ γεγραμμένα δὶς τοῖς δικασταῖς δόντων, τὸ τηνικαῦτʼ ἔδει τοὺς μὲν τριάκοντα τὰς γνώμας ἐν ἀλλήλοις ἀποφαίνεσθαι, τὸν ἀρχιδικαστὴν δὲ τὸ ζῴδιον τῆς ἀληθείας προστίθεσθαι τῇ ἑτέρᾳ τῶν ἀμφισβητήσεων.
双方の当事者が書面を二度ずつ裁判官たちに提出したならば、その時、三十人の裁判官たちは互いの間で意見を表明し、裁判長は「真理」の小像を、争う二つの主張の一方に触れさせなければならなかった。