§1.74.1ἔστι δʼ ἕτερα συντάγματα τῆς πολιτείας τρία, τό τε τῶν νομέων καὶ τὸ τῶν γεωργῶν, ἔτι δὲ τὸ τῶν τεχνιτῶν.
国家にはほかに三つの階級があり、牧人、農夫、そして職人の階級である。
οἱ μὲν οὖν γεωργοὶ μικροῦ τινος τὴν καρποφόρον γῆν τὴν παρὰ τοῦ βασιλέως καὶ τῶν ἱερέων καὶ τῶν μαχίμων μισθούμενοι διατελοῦσι τὸν πάντα χρόνον περὶ τὴν ἐργασίαν ὄντες τῆς χώρας·
さて、農夫たちは、王や神官たちや戦士たちから実り豊かな土地をわずかな小作料で借り受け、生涯のすべての時間をその土地の耕作に費やし続ける。
ἐκ νηπίου δὲ συντρεφόμενοι ταῖς γεωργικαῖς ἐπιμελείαις πολὺ προέχουσι τῶν παρὰ τοῖς ἄλλοις ἔθνεσι γεωργῶν ταῖς ἐμπειρίαις·
そして幼少期から農耕の仕事に従って共に育てられるため、経験において他の諸民族の農夫たちをはるかに凌駕している。
§1.74.2καὶ γὰρ τὴν τῆς γῆς φύσιν καὶ τὴν τῶν ὑδάτων ἐπίρρυσιν, ἔτι δὲ τοὺς καιροὺς τοῦ τε σπόρου καὶ τοῦ θερισμοῦ καὶ τῆς ἄλλης τῶν καρπῶν συγκομιδῆς ἀκριβέστατα πάντων γινώσκουσι, τὰ μὲν ἐκ τῆς τῶν προγόνων παρατηρήσεως μαθόντες, τὰ δʼ ἐκ τῆς ἰδίας πείρας διδαχθέντες.
なぜなら、彼らは土地の性質や水の氾濫、さらには播種と刈り入れ、およびその他の作物の収穫の時期を、すべての人々の中で最も正確に知っているからであり、それはある事柄については先祖の観察から学び、他の事柄については自分自身の経験から教えられたことによる。
§1.74.3ὁ δʼ αὐτὸς λόγος ἐστὶ καὶ περὶ τῶν νομέων, οἳ τὴν τῶν θρεμμάτων ἐπιμέλειαν ἐκ πατέρων ὥσπερ κληρονομίας νόμῳ παραλαμβάνοντες ἐν βίῳ κτηνοτρόφῳ διατελοῦσι πάντα τὸν τοῦ ζῆν χρόνον,
アンド同じことは牧人たちについても言える。 彼らは家畜の世話を、父親たちからあたかも世襲の法によるかのように受け継ぎ、生涯のすべての時間を牧畜の生活の中で過ごし続ける。
§1.74.4καὶ πολλὰ μὲν παρὰ τῶν προγόνων πρὸς θεραπείαν καὶ διατροφὴν ἀρίστην τῶν βοσκομένων παρειλήφασιν, οὐκ ὀλίγα δʼ αὐτοὶ διὰ τὸν εἰς ταῦτα ζῆλον προσευρίσκουσι, καὶ τὸ θαυμασιώτατον, διὰ τὴν ὑπερβολὴν τῆς εἰς ταῦτα σπουδῆς οἵ τε ὀρνιθοτρόφοι καὶ οἱ χηνοβοσκοὶ χωρὶς τῆς παρὰ τοῖς ἄλλοις ἀνθρώποις ἐκ φύσεως συντελουμένης γενέσεως τῶν εἰρημένων ζῴων αὐτοὶ διὰ τῆς ἰδίας φιλοτεχνίας ἀμύθητον πλῆθος ὀρνέων ἀθροίζουσιν·
そして彼らは先祖から、飼育する家畜の最善の治療と飼育のために多くのことを受け継いでいるが、自分たちでもこれらに対する熱意によって少なからぬことを発見する。 そして最も驚くべきことに、これらに対する並々ならぬ熱意のために、鳥の飼育者や鵞鳥の飼育者たちは、他の人々の間で自然に行われる、前述の動物たちの生殖活動とは無関係に、自分たちの独自の技術によって、数え切れないほどの鳥の群れを集めるのである。
§1.74.5οὐ γὰρ ἐπῳάζουσι διὰ τῶν ὀρνίθων, ἀλλʼ αὐτοὶ παραδόξως χειρουργοῦντες τῇ συνέσει καὶ φιλοτεχνίᾳ τῆς φυσικῆς ἐνεργείας οὐκ ἀπολείπονται.
というのも、彼らは鳥たちに抱卵させるのではなく、自ら驚くべき方法で、知性と独自の技術をもって処理することによって、自然の働きに劣らない成果を上げるからである。
§1.74.6ἀλλὰ μὴν καὶ τὰς τέχνας ἰδεῖν ἔστι παρὰ τοῖς Αἰγυπτίοις μάλιστα διαπεπονημένας καὶ πρὸς τὸ καθῆκον τέλος διηκριβωμένας·
さらに、エジプト人の間では諸技術が特に磨き上げられ、本来の目的にかなうよう極められているのを見ることができる。
παρὰ μόνοις γὰρ τούτοις οἱ δημιουργοὶ πάντες οὔτʼ ἐργασίας ἄλλης οὔτε πολιτικῆς τάξεως μεταλαμβάνειν ἐῶνται πλὴν τῆς ἐκ τῶν νόμων ὡρισμένης καὶ παρὰ τῶν γονέων παραδεδομένης, ὥστε μήτε διδασκάλου φθόνον μήτε πολιτικοὺς περισπασμοὺς μήτʼ ἄλλο μηδὲν ἐμποδίζειν αὐτῶν τὴν εἰς ταῦτα σπουδήν.
なぜなら、彼らの間でのみ、すべての職人たちが、法律によって定められ、親から受け継がれた職分以外の、いかなる他の仕事にもいかなる公的な身分にも携わることを許されないからであり、その結果、教師の嫉妬も、公的な雑務も、その他の何ものも、彼らのこれらに対する熱意を妨げることがない。
§1.74.7παρὰ μὲν γὰρ τοῖς ἄλλοις ἰδεῖν ἔστι τοὺς τεχνίτας περὶ πολλὰ τῇ διανοίᾳ περισπωμένους καὶ διὰ τὴν πλεονεξίαν μὴ μένοντας τὸ παράπαν ἐπὶ τῆς ἰδίας ἐργασίας·
実際、他の民族の間では、職人たちが多くの事柄に心を奪われ、欲深さのために自分の本来の仕事に全く留まらないのを見ることができる。
οἱ μὲν γὰρ ἐφάπτονται γεωργίας, οἱ δʼ ἐμπορίας κοινωνοῦσιν, οἱ δὲ δυοῖν ἢ τριῶν τεχνῶν ἀντέχονται, πλεῖστοι δʼ ἐν ταῖς δημοκρατουμέναις πόλεσιν εἰς τὰς ἐκκλησίας σνντρέχοντες τὴν μὲν πολιτείαν λυμαίνονται, τὸ δὲ λυσιτελὲς περιποιοῦνται παρὰ τῶν μισθοδοτούντων·
ある者は農業に手を出し、他の者は商業に加わり、また他の者は二つか三つの技術にしがみつき、そして最も多くの者は、民主制の都市において民会へと群がり集まり、国政を害する一方で、給料を払う者たちから利益を手に入れている。
παρὰ δὲ τοῖς Αἰγυπτίοις, εἴ τις τῶν τεχνιτῶν μετάσχοι τῆς πολιτείας ἢ τέχνας πλείους ἐργάζοιτο, μεγάλαις περιπίπτει τιμωρίαις.
しかしエジプト人の間では、もし職人のうちの誰かが国政に参加したり、複数の技術に従事したりすれば、重い刑罰に処されるのである。
§1.74.8τὴν μὲν οὖν διαίρεσιν τῆς πολιτείας καὶ τὴν τῆς ἰδίας τάξεως ἐπιμέλειαν διὰ προγόνων τοιαύτην ἔσχον οἱ τὸ παλαιὸν τὴν Αἴγυπτον κατοικοῦντες.
このように、国制の分割、および ¦p.v.1.p.128 自らの階級の管理を、古くにエジプトに住んでいた人々は先祖を通じてそのように維持していたのである。