Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.73.1-1.73.9

土地的三分与祭司、国王及战士的职责

第 74 段,共 406 段 · 希腊语

内容简介

本节介绍了埃及土地如何分配给祭司、国王和战士(马希莫伊)三个阶层,并详细说明了他们各自承担的国家职责及世袭制度。

§1.73.1τῆς Αἰγύπτου δὲ πάσης εἰς πλείω μέρη διῃρημένης, ὧν ἕκαστον κατὰ τὴν Ἑλληνικὴν διάλεκτον ὀνομάζεται νομός, ἐφʼ ἑκάστῳ τέτακται νομάρχης ὁ τὴν ἁπάντων ἔχων ἐπιμέλειάν τε καὶ φροντίδα.
全埃及被划分为多个部分,在希腊语中每个部分被称为“诺姆”,而每个行政区都设有一位“诺马尔赫”,负责管理和照管一切事务。
§1.73.2τῆς δὲ χώρας ἁπάσης εἰς τρία μέρη διῃρημένης τὴν μὲν πρώτην ἔχει μερίδα τὸ σύστημα τῶν ἱερέων, μεγίστης ἐντροπῆς τυγχάνον παρὰ τοῖς ἐγχωρίοις διά τε τὴν εἰς τοὺς θεοὺς ἐπιμέλειαν καὶ διὰ τὸ πλείστην σύνεσιν τοὺς ἄνδρας τούτους ἐκ παιδείας εἰσφέρεσθαι.
整个土地被划分为三个部分,第一部分由祭司团体拥有。 他们在当地居民中享有极高的尊敬,这既是因为他们对神明的侍奉,也是因为这些人在接受教育后,将极大的智慧投入到他们的职责中。
§1.73.3ἐκ δὲ τούτων τῶν προσόδων τάς τε θυσίας ἁπάσας τὰς κατʼ Αἴγυπτον συντελοῦσι καὶ τοὺς ὑπηρέτας τρέφουσι καὶ ταῖς ἰδίαις χρείαις χορηγοῦσιν· οὔτε γὰρ τὰς τῶν θεῶν τιμὰς ᾤοντο δεῖν ἀλλάττειν, ἀλλʼ ὑπό τε τῶν αὐτῶν ἀεὶ καὶ παραπλησίως συντελεῖσθαι, οὔτε τοὺς πάντων προβουλευομένους ἐνδεεῖς εἶναι τῶν ἀναγκαίων.
他们利用这些收入来举行全埃及的所有祭祀,供养随从,并满足自身的需要;因为他们认为,既不应当改变对神明的崇敬仪式,而应始终由相同的人以同样的方式举行,也不应当让那些为所有人预先谋划国家大事的人缺乏生活必需品。
§1.73.4καθόλου γὰρ περὶ τῶν μεγίστων οὗτοι προβουλευόμενοι συνδιατρίβουσι τῷ βασιλεῖ, τῶν μὲν συνεργοί, τῶν δὲ εἰσηγηταὶ καὶ διδάσκαλοι γινόμενοι, καὶ διὰ μὲν τῆς ἀστρολογίας καὶ τῆς ἱεροσκοπίας τὰ μέλλοντα προσημαίνοντες, ἐκ δὲ τῶν ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγεγραμμένων πράξεων τὰς ὠφελῆσαι δυναμένας παραναγινώσκοντες.
因为总的来说,他们与国王一起生活,就最重大的事务进行预先商议,在某些事情上成为助手,在另一些事情上则成为建议者和教师,并通过占星术和内脏占卜预示未来的事情,从圣书中所记载的事迹中,朗读出能够提供益处的部分。
§1.73.5οὐ γάρ, ὥσπερ παρὰ τοῖς Ἕλλησιν, εἷς ἀνὴρ ἢ μία γυνὴ τὴν ἱερωσύνην παρείληφεν, ἀλλὰ πολλοὶ περὶ τὰς τῶν θεῶν θυσίας καὶ τιμὰς διατρίβουσι, καὶ τοῖς ἐκγόνοις τὴν ὁμοίαν τοῦ βίου προαίρεσιν παραδιδόασιν.
因为这不像在希腊人那里,由一人继承神职,而是有许多人致力于神明的祭祀和崇敬,并将同样的生涯选择传给子孙。
εἰσὶ δὲ οὗτοι πάντων τε ἀτελεῖς καὶ δευτερεύοντες μετὰ τὸν βασιλέα ταῖς τε δόξαις καὶ ταῖς ἐξουσίαις.
这些人免除了一切赋税,在声望和权力上都仅次于国王,位居第二。
§1.73.6τὴν δὲ δευτέραν μοῖραν οἱ βασιλεῖς παρειλήφασιν εἰς προσόδους, ἀφʼ ὧν εἴς τε τοὺς πολέμους χορηγοῦσι καὶ τὴν περὶ αὑτοὺς λαμπρότητα διαφυλάττουσι, καὶ τοὺς μὲν ἀνδραγαθήσαντας δωρεαῖς κατὰ τὴν ἀξίαν τιμῶσι, τοὺς δʼ ἰδιώτας διὰ τὴν ἐκ τούτων εὐπορίαν οὐ βαπτίζουσι ταῖς εἰσφοραῖς.
国王们获得了第二部分作为收入,他们由此提供战争的费用,维持自身的华丽尊贵,并根据功绩用赏赐来表彰那些建立武勋的人,而由于这些土地带来的富足,他们不用重税来压榨普通市民。
§1.73.7τὴν δὲ μερίδα τὴν τελευταίαν ἔχουσιν οἱ μάχιμοι καλούμενοι καὶ πρὸς τὰς λειτουργίας τὰς εἰς τὴν στρατείαν ὑπακούοντες, ἵνʼ οἱ κινδυνεύοντες εὐνούστατοι τῇ χώρᾳ διὰ τὴν κληρουχίαν ὄντες προθύμως ἐπιδέχωνται τὰ συμβαίνοντα κατὰ τοὺς πολέμους δεινά.
最后一部分则由被称为“战士”的人以及服从军事役务的人拥有,这是为了让那些承担危险的人,因为分得土地而对国家最为忠诚,从而能够甘愿承受战争中发生的种种可怕灾难。
§1.73.8ἄτοπον γὰρ ἦν τὴν μὲν τῶν ἁπάντων σωτηρίαν τούτοις ἐπιτρέπειν, ὑπὲρ οὗ δὲ ἀγωνιοῦνται μηδὲν αὐτοῖς ὑπάρχειν κατὰ τὴν χώραν σπουδῆς ἄξιον· τὸ δὲ μέγιστον, εὐπορουμένους αὐτοὺς ῥᾳδίως τεκνοποιήσειν, καὶ διὰ τοῦτο τὴν πολυανθρωπίαν κατασκευάσειν, ὥστε μὴ προσδεῖσθαι ξενικῆς δυνάμεως τὴν χώραν.
因为如果将所有人的安全委托给这些人,而在国内却没有他们自己值得为之奋斗的贵重财产,那将是荒谬的;而最重要的一点是,由于他们生活富足,可以轻易生育子女,并因此带来人口的繁盛,使国家不需要依赖外籍雇佣军。
§1.73.9ὁμοίως δʼ οὗτοι τὴν τάξιν ταύτην ἐκ προγόνων διαδεχόμενοι ταῖς μὲν τῶν πατέρων ἀνδραγαθίαις προτρέπονται πρὸς τὴν ἀνδρείαν, ἐκ παίδων δὲ ζηλωταὶ γινόμενοι τῶν πολεμικῶν ἔργων ἀνίκητοι ταῖς τόλμαις καὶ ταῖς ἐμπειρίαις ἀποβαίνουσιν.
同样,他们也是从祖先那里继承了这一阶级,父亲们的武勋激励着他们的勇气,他们从小就成为军事事业的狂热追求者,在胆识和经验上都变得无往不胜。

词汇与语法注释

  1. 1.73.2διὰ τὸ πλείστην σύνεσιν τοὺς ἄνδρας τούτους ἐκ παιδείας εἰσφέρεσθαι — 这是由介词 διά 引导的带冠词不定式结构。不定式 εἰσφέρεσθαι 的逻辑主语由宾格 τοὺς ἄνδρας τούτους 表示,而 πλείστην σύνεσιν 则是其直接宾语。此处该动词具有主动/中动意义(带入、贡献)。
  2. 1.73.3ᾤοντο δεῖν ἀλλάττειν, ἀλλʼ ὑπό τε τῶν αὐτῶν ἀεὶ καὶ παραπλησίως συντελεῖσθαι — 在主句动词 ᾤοντο 之下,有非人称动词 δεῖν 的宾格加不定式结构。在 δεῖν 之下,主动不定式 ἀλλάττειν(改变)与被动不定式 συντελεῖσθαι(被举行)形成对比。被动不定式的施动者由 ὑπό ... τῶν αὐτῶν(由相同的人)表示。
  3. 1.73.6οὐ βαπτίζουσι ταῖς εἰσφοραῖς — 动词 βαπτίζω 字面意思是“浸泡”或“沉没”,在此处比喻性地表示用重税“压垮”或“毁灭”(市民)。与格 ταῖς εἰσφοραῖς 表示手段或原因。
  4. 1.73.8τὸ δὲ μέγιστον, εὐπορουμένους αὐτοὺς ῥᾳδίως τεκνοποιήσειν — 短语 τὸ δὲ μέγιστον 是文法上独立的宾格插入语(“最重要的一点”)。接下来的将来时不定式 τεκνοποιήσειν 和之后的 κατασκευάσειν 描述了预期的结果,它们在逻辑上既可以视为由前面的 ἄτοπον ἦν 引导,也可以作为与该插入语同位的结果说明。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.73.1-1.73.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.73.1-1.73.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。