§1.43.1βίῳ γὰρ τὸ παλαιὸν Αἰγυπτίους φασὶ χρῆσθαι τὸ μὲν ἀρχαιότατον πόαν ἐσθίοντας καὶ τῶν ἐν τοῖς ἕλεσι γινομένων τοὺς καυλοὺς καὶ τὰς ῥίζας, πεῖραν διὰ τῆς γεύσεως ἑκάστου λαμβάνοντας, πρώτην δὲ καὶ μάλιστα προσενέγκασθαι τὴν ὀνομαζομένην ἄγρωστιν διὰ τὸ καὶ τῇ γλυκύτητι διάφορον εἶναι καὶ τὴν τροφὴν ἀρκοῦσαν παρέχεσθαι τοῖς σώμασι τῶν ἀνθρώπων·
というのも、彼らの言うところによれば、古代のエジプト人たちはある生活様式を送っており、最も古い時代には草、および湿地に生える植物の茎や根を食べ、その各々を味見して試していたが、最初に、かつ最も好んで、いわゆるアグロスティスと呼ばれる草を食物として取り入れた。 それは甘みの点でも際立っており、人間の身体に十分な栄養を提供するからであった。
§1.43.2καὶ γὰρ τοῖς κτήνεσι ταύτην θεωρεῖσθαι προσηνῆ καὶ ταχὺ τοὺς ὄγκους αὐτῶν προσανατρέφειν.
実際、家畜にとってもこの草は好ましく、その体を素早く肥え太らせるものと見なされている。
διὸ καὶ τῆς εὐχρηστίας τῆς περὶ τὴν βοτάνην ταύτην μνημονεύοντας τοὺς ἀνθρώπους μέχρι τοῦ νῦν, ὅταν πρὸς θεοὺς βαδίζωσι, τῇ χειρὶ ταύτης λαμβάνοντας προσεύχεσθαι·
それゆえ、この草の有用性を記憶にとどめている人々は、現在に至るまで、神々のもとへ赴くときには、この草を手にとって祈るのである。
οἴονται γὰρ τὸν ἄνθρωπον ἕλειον καὶ λιμνῶδες εἶναι ζῷον, ἀπό τε τῆς λειότητος τεκμαιρόμενοι καὶ τῆς φυσικῆς ποιότητος, ἔτι δὲ τοῦ προσδεῖσθαι τροφῆς τῆς ὑγρᾶς μᾶλλον ἢ τῆς ξηρᾶς.
彼らは、人間が湿地や湖沼に住む動物であると考えているが、それは(人間の皮膚の)滑らかさや肉体的な性質から、さらには乾燥した食物よりも湿った食物をより多く必要とすることから推測しているのである。
§1.43.3δευτέραν δὲ λέγουσιν ἔχειν διαγωγὴν τοὺς Αἰγυπτίους τὴν τῶν ἰχθύων βρῶσιν, πολλὴν δαψίλειαν παρεχομένου τοῦ ποταμοῦ, καὶ μάλισθʼ ὅτε μετὰ τὴν ἀνάβασιν ταπεινούμενος ἀναξηραίνοιτο.
また彼らの言うところによれば、エジプト人たちの第二の生活様式は魚を食べることだった。 川が大きな豊かさを提供してくれたからであり、とりわけ増水の後に水位が下がって干上がったときがそうであった。
§1.43.4ὁμοίως δὲ καὶ τῶν βοσκημάτων ἔνια σαρκοφαγεῖν, καὶ ταῖς δοραῖς τῶν κατεσθιομένων ἐσθῆσι χρῆσθαι, καὶ τὰς οἰκήσεις ἐκ τῶν καλάμων κατασκευάζεσθαι.
同様に、彼らは家畜の何頭かの肉も食べ、食べられた獣の皮を衣類として用い、葦で住居を建てた。
ἴχνη δὲ τούτων διαμένειν παρὰ τοῖς νομεῦσι τοῖς κατʼ Αἴγυπτον, οὓς ἅπαντάς φασι μέχρι τοῦ νῦν μηδεμίαν ἄλλην οἴκησιν ἢ τὴν ἐκ τῶν καλάμων ἔχειν, δοκιμάζοντας ἀρκεῖσθαι ταύτῃ.
これらの痕跡は、エジプトの牧人たちの間に残っており、彼らの言うところによれば、牧人たちは皆、現在に至るまで、葦で作られたもの以外の住居を持たず、それに満足するのが適当であると考えている。
§1.43.5πολλοὺς δὲ χρόνους τούτῳ τῷ βίῳ διεξαγαγόντας τὸ τελευταῖον ἐπὶ τοὺς ἐδωδίμους μεταβῆναι καρπούς, ὧν εἶναι καὶ τὸν ἐκ τοῦ λωτοῦ γινόμενον ἄρτον.
そして長きにわたりこの生活様式を続けた後、最後に彼らは食用の果実へと移行したが、その中にはハスから作られるパンもあった。
καὶ τούτων τὴν εὕρεσιν οἱ μὲν εἰς τὴν Ἶσιν ἀναφέρουσιν, οἱ δʼ εἴς τινα τῶν παλαιῶν βασιλέων τὸν ὀνομαζόμενον Μηνᾶν.
これら(の果実)の発見について、ある人々はイシスに帰し、他の人々は古代の王の一人でメナスと呼ばれる者に帰している。
§1.43.6οἱ δʼ ἱερεῖς εὑρετὴν τῶν μὲν παιδειῶν καὶ τῶν τεχνῶν μυθολογοῦσι τὸν Ἑρμῆν γεγονέναι, τῶν δʼ εἰς τὸν βίον ἀναγκαίων τοὺς βασιλεῖς·
一方、神官たちの神話的な語りによれば、ヘルメスが学問や技術の発見者であり、王たちが生活の必需品の発見者であった。
διὸ καὶ τὸ παλαιὸν παραδίδοσθαι τὰς βασιλείας μὴ τοῖς ἐκγόνοις τῶν ἀρξάντων, ἀλλὰ τοῖς πλεῖστα καὶ μέγιστα τὸ πλῆθος εὐεργετοῦσιν, εἴτε προκαλουμένων τῶν ἀνθρώπων τοὺς ἐφʼ ἑαυτῶν βασιλεῖς ἐπὶ τὴν κοινὴν εὐεργεσίαν, εἴτε καὶ κατʼ ἀλήθειαν ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς οὕτω παρειληφότων.
それゆえ、古代においては、王位は支配者の子孫にではなく、民衆に対して最も多く、また最も多大な恩恵を施した者に受け継がれた。 それは、当時の人々が自分たちの王に共通の恩恵をもたらすよう促したためか、あるいは実際に彼らが神聖な記録の中にそのように受け取っていたためである。