§1.41.1Οἰνοπίδης δὲ ὁ Χῖός φησι κατὰ μὲν τὴν θερινὴν ὥραν τὰ ὕδατα κατὰ τὴν γῆν εἶναι ψυχρά, τοῦ δὲ χειμῶνος τοὐναντίον θερμά, καὶ τοῦτο εὔδηλον ἐπὶ τῶν βαθέων φρεάτων γίνεσθαι·
キオスのオイノピデスは、夏の時期には地中の水は冷たく、冬には反対に温かいと言い、このことは深い井戸において明白に現れると主張する。
κατὰ μὲν γὰρ τὴν ἀκμὴν τοῦ χειμῶνος ἥκιστα τὸ ὕδωρ ἐν αὐτοῖς ὑπάρχειν ψυχρόν, κατὰ δὲ τὰ μέγιστα καύματα ψυχρότατον ἐξ αὐτῶν §1.41.2ὑγρὸν ἀναφέρεσθαι.
すなわち、冬の盛りにはそれらの中の水は最も冷たくなく、最大の暑さの時期にはそれらから極めて冷たい水が汲み上げられるのである。
διὸ καὶ τὸν Νεῖλον εὐλόγως κατὰ μὲν τὸν χειμῶνα μικρὸν εἶναι καὶ συστέλλεσθαι, διὰ τὸ τὴν μὲν κατὰ γῆν θερμασίαν τὸ πολὺ τῆς ὑγρᾶς οὐσίας ἀναλίσκειν, ὄμβρους δὲ κατὰ τὴν Αἴγυπτον μὴ γίνεσθαι·
それゆえ、ナイル川が冬には小さくなって縮小することはもっともである、なぜなら地中の熱が液体の大部分を消費し、エジプトには雨が降らないからである。
κατὰ δὲ τὸ θέρος μηκέτι τῆς κατὰ γῆν ἀπαναλώσεως γινομένης ἐν τοῖς κατὰ βάθος τόποις πληροῦσθαι τὴν κατὰ φύσιν αὐτοῦ ῥύσιν ἀνεμποδίστως.
しかし夏には、深い場所における地中での消費がもはや行われないため、その自然な流れが妨げられることなく満たされるのである。
§1.41.3ῥητέον δὲ καὶ πρὸς τοῦτον ὅτι πολλοὶ ποταμοὶ τῶν κατὰ τὴν Λιβύην ὁμοίως μὲν κείμενοι τοῖς στόμασι, παραπλησίους δὲ τὰς ῥύσεις ποιούμενοι, τὴν ἀνάβασιν οὐκ ἔχουσιν ἀνάλογον τῷ Νείλῳ·
しかし、この者に対してもまた次のように言わねばならない。 リビアの多くの川は、河口の位置が同様であり、似たような流れ方をしているにもかかわらず、ナイル川に比例するような増水を示さない。
τοὐναντίον γὰρ ἐν μὲν τῷ χειμῶνι πληρούμενοι, κατὰ δὲ τὸ θέρος λήγοντες ἐλέγχουσι τὸ ψεῦδος τοῦ πειρωμένου τοῖς πιθανοῖς καταμάχεσθαι τὴν ἀλήθειαν.
それどころか、それらの川は冬に満水となり、夏には水が引くことによって、もっともらしい論理で真実に対抗しようと企てる者の虚偽を暴いているのである。
§1.41.4ἔγγιστα δὲ τῇ ἀληθείᾳ προσελήλυθεν Ἀγαθαρχίδης ὁ Κνίδιος.
クニドスのアガタルキデスは最も真実に近づいている。
φησὶ γὰρ κατʼ ἐνιαυτὸν ἐν τοῖς κατὰ τὴν Αἰθιοπίαν ὄρεσι γίνεσθαι συνεχεῖς ὄμβρους ἀπὸ θερινῶν τροπῶν μέχρι τῆς μετοπωρινῆς ἰσημερίας·
というのも、彼は、エチオピアの山々では毎年、夏至から秋分にかけて不断の豪雨が降ると言っているからである。
§1.41.5εὐλόγως οὖν τὸν Νεῖλον ἐν μὲν τῷ χειμῶνι συστέλλεσθαι, τὴν κατὰ φύσιν ἔχοντα ῥύσιν ἀπὸ μόνων τῶν πηγῶν, κατὰ δὲ τὸ θέρος διὰ τοὺς ἐκχεομένους ὄμβρους λαμβάνειν τὴν αὔξησιν.
したがって、ナイル川が冬には縮小し、源流だけから自然な流れを保っている一方で、夏には降り注ぐ豪雨によって増水することはもっともである。
§1.41.6εἰ δὲ τὰς αἰτίας μηδεὶς ἀποδοῦναι δύναται μέχρι τοῦ νῦν τῆς τῶν ὑδάτων γενέσεως, οὐ προσήκειν ἀθετεῖσθαι τὴν ἰδίαν ἀπόφασιν·
また、もしこれまで誰もその水の生成の原因を説明することができないとしても、彼独自の主張が拒絶されるのは妥当ではない。
πολλὰ γὰρ τὴν φύσιν ἐναντίως φέρειν, ὧν τὰς αἰτίας οὐκ ἐφικτὸν ἀνθρώποις ἀκριβῶς ἐξευρεῖν.
なぜなら、自然は人間が正確に解明することのできない原因を持つ多くの相反する現象をもたらすからである。
§1.41.7μαρτυρεῖν δὲ τοῖς ὑφʼ ἑαυτοῦ λεγομένοις καὶ τὸ γινόμενον περί τινας τόπους τῆς Ἀσίας·
また、彼によって語られていることには、アジアのいくつかの地域で起こっていることも証言となっている。
πρὸς μὲν γὰρ τοῖς ὅροις τῆς Σκυθίας τοῖς πρὸς τὸ Καυκάσιον ὄρος συνάπτουσι, παρεληλυθότος ἤδη τοῦ χειμῶνος, καθʼ ἕκαστον ἔτος νιφετοὺς ἐξαισίους γίνεσθαι συνεχῶς ἐπὶ πολλὰς ἡμέρας, ἐν δὲ τοῖς πρὸς βορρᾶν ἐστραμμένοις μέρεσι τῆς Ἰνδικῆς ὡρισμένοις καιροῖς καὶ χάλαζαν ἄπιστον τὸ μέγεθος καὶ τὸ πλῆθος καταράττειν, καὶ περὶ μὲν τὸν Ὑδάσπην ποταμὸν ἀρχομένου θέρους συνεχεῖς ὄμβρους γίνεσθαι, κατὰ δὲ τὴν Αἰθιοπίαν μεθʼ ἡμέρας τινὰς ταὐτὸ συμβαίνειν, καὶ ταύτην τὴν περίστασιν κυκλουμένην ἀεὶ τοὺς συνεχεῖς τόπους χειμάζειν.
すなわち、コーカサス山脈に接するスキティアの国境付近では、すでに冬が過ぎ去った後に、毎年、規格外の大雪が何日も連続して降り、また、インドの北を向いた地域では、定められた時期に、その大きさと多さにおいて信じがたいほどの雹が降り注ぎ、さらに、ヒュダスペス川の周辺では夏の始まりに不断の豪雨が降り、エチオピアでも数日後に同じことが起こり、この気象状態が循環して、常に隣接する地域に悪天候をもたらすのである。
§1.41.8οὐδὲν οὖν εἶναι παράδοξον εἰ καὶ κατὰ τὴν Αἰθιοπίαν τὴν κειμένην ὑπὲρ Αἰγύπτου συνεχεῖς ἐν τοῖς ὄρεσιν ὄμβροι καταράττοντες ἐν τῷ θέρει πληροῦσι τὸν ποταμόν, ἄλλως τε καὶ τῆς ἐναργείας αὐτῆς μαρτυρουμένης ὑπὸ τῶν περὶ τοὺς τόπους οἰκούντων βαρβάρων.
したがって、エジプトの上方に位置するエチオピアにおいても、夏に山々に不断の豪雨が降り注いで川を満たすことは、何ら不思議ではない。 とくにその明白な事実自体が、それらの地域に住むバルバロイによって証言されているのだからなおさらである。
§1.41.9εἰ δὲ τοῖς παρʼ ἡμῖν γινομένοις ἐναντίαν ἔχει τὰ λεγόμενα φύσιν, οὐ διὰ τοῦτʼ ἀπιστητέον·
また、語られている事柄が、我々のところで起こる現象と相反する性質を持っているとしても、そのために不信を抱くべきではない。
καὶ γὰρ τὸν νότον παρʼ ἡμῖν μὲν εἶναι χειμέριον, περὶ δὲ τὴν Αἰθιοπίαν αἴθριον ὑπάρχειν, καὶ τὰς βορείους πνοὰς περὶ μὲν τὴν Εὐρώπην εὐτόνους εἶναι, κατʼ ἐκείνην δὲ τὴν χώραν βληχρὰς καὶ ἀτόνους.
なぜなら、南風は我々のところでは嵐をもたらすが、エチオピアの周辺では晴天であり、北風の息吹はヨーロッパの周辺では強いが、あの国においては弱く勢いがないからである。
§1.41.10καὶ περὶ μὲν τῆς πληρώσεως τοῦ Νείλου, δυνάμενοι ποικιλώτερον ἀντειπεῖν πρὸς ἅπαντας, ἀρκεσθησόμεθα τοῖς εἰρημένοις, ἵνα μὴ τὴν ἐξ ἀρχῆς ἡμῖν προκειμένην συντομίαν ὑπερβαίνωμεν.
さて、ナイル川の増水については、すべての人々に対してさらに多角的に反論することも可能であるが、最初から我々に課せられている簡潔さを踏み越えないために、これまでに述べられたことだけで十分としよう。
ἐπεὶ δὲ τὴν βίβλον ταύτην διὰ τὸ μέγεθος εἰς δύο μέρη διῃρήκαμεν, στοχαζόμενοι τῆς συμμετρίας, τὴν πρώτην μερίδα τῶν ἱστορουμένων αὐτοῦ περιγράψομεν, τὰ δὲ συνεχῆ τῶν κατὰ τὴν Αἴγυπτον ἱστορουμένων ἐν τῇ δευτέρᾳ κατατάξομεν, ἀρχὴν ποιησάμενοι τὴν ἀπαγγελίαν τῶν γενομένων βασιλέων τῆς Αἰγύπτου καὶ τοῦ παλαιοτάτου βίου παρʼ Αἰγυπτίοις.
そして、この書をその分量の多さゆえに、均衡を考慮して二つの部分に分割したので、ここで語られた歴史の第一の部分を締めくくり、エジプトに関する歴史の続きは第二の部分に分類することとし、エジプトに現れた王たちとエジプト人における最も古い生活様式の記述から始めることとする。