§17.84.1ἐπὶ δὲ τούτοις γενομένων τῶν ὅρκων ἡ μὲν βασίλισσα τὴν μεγαλοψυχίαν τοῦ Ἀλεξάνδρου θαυμάσασα δῶρά τε κράτιστα ἐξέπεμψε καὶ πᾶν τὸ προσταττόμενον ποιήσειν ἐπηγγείλατο.
これらの条件に基づいて誓約が交わされたとき、女王はアレクサンドロスの寛大さに感嘆し、最高の贈り物を送り、命じられるすべてのことを行うと約束した。
οἱ δὲ μισθοφόροι παραχρῆμα κατὰ τὰς ὁμολογίας ἐκ τῆς πόλεως ἀπελθόντες καὶ σταδίους ὀγδοήκοντα προελθόντες ἀνεπικωλύτως κατεστρατοπέδευσαν, οὐδεμίαν ἔννοιαν λαμβάνοντες τοῦ μέλλοντος.
一方、傭兵たちは、合意に従ってただちに町から去り、八十スタディオン進んで妨げられることなく陣を敷いたが、将来起こることについては何の予感も抱いていなかった。
§17.84.2ὁ δʼ Ἀλέξανδρος ἀμετάθετον ἔχων τὴν πρὸς τοὺς μισθοφόρους ἀλλοτριότητα διεσκευασμένην ἔχων τὴν δύναμιν ἐπηκολούθησε τοῖς βαρβάροις καὶ προσπεσὼν αὐτοῖς ἄφνω πολὺν ἐποίει φόνον.
一方、アレクサンドロスは、傭兵たちに対する敵意を不変のものとして抱いており、軍勢の準備を整えて異民族たちの後を追い、彼らに不意に襲いかかって大虐殺を行った。
οἱ δὲ μισθοφόροι τὸ μὲν πρῶτον ἐβόων παρὰ τοὺς ὅρκους αὑτοὺς πολεμεῖσθαι καὶ τοὺς ἀσεβουμένους ὑπʼ αὐτοῦ θεοὺς ἐπεκαλοῦντο·
すると傭兵たちは、最初は誓約に反して自分たちが攻撃されていると叫び、彼によって不敬を働かれている神々に加護を求めて呼びかけた。
ὁ δʼ Ἀλέξανδρος μεγάλῃ τῇ φωνῇ πρὸς αὐτοὺς ἀνεβόησεν ὅτι συνεχώρησεν αὐτοῖς ἐκ τῆς πόλεως ἀπελθεῖν, οὐ φίλους εἶναι διὰ παντὸς Μακεδόνων.
しかしアレクサンドロスは大声で彼らに向けて、自分は彼らが町から去ることは許したが、永久にマケドニア人の友人であり続けることを許したわけではない、と怒鳴り返した。
§17.84.3οἱ δὲ μισθοφόροι τὸ μέγεθος τῶν κινδύνων οὐ καταπλαγέντες συνεφράξαντο καὶ τὴν ὅλην τάξιν ποιήσαντες κυκλοτερῆ τά τε τέκνα καὶ τὰς γυναῖκας εἰς μέσον ἀπέλαβον, ὥστε πανταχόθεν τοῖς προσμαχομένοις ἀσφαλῶς ἀντιτάττεσθαι.
しかし傭兵たちは、危険の大きさに怯むことなく密集陣形をとり、全隊列を円陣にして子供たちと妻たちを中央に囲い込んだ。 その結果、あらゆる方向から攻撃してくる者たちに対して安全に応戦できるようにした。
ἀπονοηθέντων δʼ αὐτῶν καὶ διὰ τὴν τόλμαν καὶ διὰ τὴν ἐν τοῖς ἀγῶσιν ἀρετὴν ἰσχυρὰν μάχην συστησαμένων καὶ τῶν Μακεδόνων φιλοτιμουμένων μὴ λειφθῆναι τῆς τῶν βαρβάρων ἀνδραγαθίας μεγάλην κατάπληξιν εἶχεν ὁ κίνδυνος.
彼らが死に物狂いになり、大胆さと戦闘における勇気によって激しい戦闘を展開したため、そしてマケドニア人たちも異民族の勇猛さに劣るまいと競い合っていたため、その戦いは大きな凄惨さを帯びていた。
§17.84.4ἐκ χειρὸς γὰρ τῆς μάχης οὔσης καὶ συμπλεκομένων τῶν ἀγωνιζομένων ἀλλήλοις πολλαὶ καὶ παντοῖαι διαθέσεις θανάτων καὶ τραυμάτων ἐγίνοντο·
というのも、戦いは白兵戦であり、戦う者たちが互いに組み合っていたため、多くの、そして様々な形態の死と傷が生じたからである。
οἱ γὰρ Μακεδόνες ταῖς σαρίσαις ἀναρρήσσοντες τὰς τῶν βαρβάρων πέλτας τὰς ἀκμὰς τοῦ σιδήρου τοῖς πνεύμοσιν ἐνήρειδον, οἱ δὲ μισθοφόροι τὰς λόγχας ἀκοντίζοντες εἰς ἀθρόους τοὺς πολεμίους οὐχ ἡμάρτανον, σύνεγγυς κειμένου τοῦ σκοποῦ.
マケドニア人たちはサリサで異民族のペルテを突き破り、鉄の刃先を肺に突き刺していた一方、傭兵たちは密集した敵に向けて槍を投げ、標的がすぐ近くにあったため、外すことがなかった。
§17.84.5διὸ καὶ πολλῶν μὲν τραυματιζομένων, οὐκ ὀλίγων δὲ τελευτώντων αἱ γυναῖκες τὰ τῶν πεσόντων ὅπλα λαμβάνουσαι συνηγωνίζοντο τοῖς ἀνδράσιν·
それゆえまた、多くの者が傷つき、少なからぬ者が死んでいく中で、女たちは倒れた者たちの武器を手に取り、夫たちと共に戦った。
ἡ γὰρ ὀξύτης τοῦ κινδύνου καὶ τὸ τῆς ἐνεργείας δεινὸν ἠνάγκαζεν αὐτὰς παρὰ φύσιν τρέπεσθαι πρὸς ἀλκήν.
危険の切迫と事態の凄惨さが、彼女たちに本性に反して武勇へと向かうことを強いたからである。
διὸ καὶ τινὲς μὲν αὐτῶν καθοπλισθεῖσαι συνήσπιζον τοῖς ἰδίοις ἀνδράσι, τινὲς δὲ ἄνευ ὅπλων ἐμπίπτουσαι τῶν ἀσπίδων ἐπελαμβάνοντο καὶ πολλὰ τοὺς πολεμίους ἐνεπόδιζον.
それゆえ彼女たちの中には、武装して自分たちの夫と盾を並べて戦う者もいれば、武器を持たずに飛びかかって敵の盾を掴み、敵を大いに妨害する者もいた。
§17.84.6τέλος δὲ πάντες μετὰ τῶν γυναικῶν ἀγωνισάμενοι καὶ κατακοπέντες ὑπὸ τοῦ πλήθους τὸν ἔνδοξον θάνατον τῆς ἀγεννοῦς φιλοζωίας ἠλλάξαντο.
そしてついに、全員が女たちと共に戦い、敵の多数によって切り刻まれて、卑しい生への執着を捨てて名誉ある死を手に入れた。
ὁ δὲ Ἀλέξανδρος τόν τε ἀχρεῖον καὶ ἄνοπλον ὄχλον καὶ τῶν γυναικῶν τὰς ὑπολειφθείσας ἀπάγων τοὺς ἱππεῖς συνεπέστησεν.
一方、アレクサンドロスは、役に立たない武器を持たない群衆と、生き残った女たちを連行するにあたり、騎兵たちを監視に就けた。