Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.64.1-17.64.6

达雷乌斯逃亡与亚历山大进驻巴比伦

第 669 段,共 723 段 · 希腊语

内容简介

达雷乌斯在阿尔贝拉战役中战败后逃往米底亚的埃克巴塔纳重建军队,亚历山大则进入巴比伦休整军队,任命守军和总督并分发战利品。

§17.64.1Δαρεῖος μὲν γὰρ ἡττηθεὶς ἐν τῇ περὶ Ἄρβηλα παρατάξει τὴν φυγὴν ἐπὶ τὰς ἄνω σατραπείας ἐποιήσατο, σπεύδων τῷ διαστήματι τῶν τόπων λαβεῖν ἀναστροφὴν καὶ χρόνον ἱκανὸν εἰς παρασκευὴν δυνάμεως.
因为达雷乌斯在阿尔贝拉附近的会战中战败后,力图利用地域的辽阔来获得喘息之机和充足的时间以整顿军队,因而向高处的各萨特拉皮逃去。
τὸ μὲν οὖν πρῶτον εἰς Ἐκβάτανα τῆς Μηδείας διανύσας ἐνταῦθα διέτριβεν καὶ τοὺς μὲν ἐκ τῆς φυγῆς ἀνασωζομένους ἀνεδέχετο, τοὺς δὲ ἀνόπλους καθώπλιζεν.
于是,他首先抵达米底亚的埃克巴塔纳,并在那里停留,接纳从败退中幸存下来的人,并为没有武器的人配备武装。
§17.64.2μετεπέμπετο δὲ καὶ στρατιώτας ἐκ τῶν πλησιοχώρων ἐθνῶν καὶ πρὸς τοὺς ἐκ Βάκτροις καὶ ταῖς ἄνω σατραπείαις σατράπας καὶ στρατηγοὺς διεπέμπετο, παρακαλῶν διαφυλάττειν τὴν πρὸς αὐτὸν εὔνοιαν.
此外,他还从邻近的各族群中征召士兵,并派人前往巴克特里亚及高处各萨特拉皮的萨特拉普和将军们那里,敦促他们保持对他的忠诚。
§17.64.3Ἀλέξανδρος δὲ μετὰ τὴν νίκην θάψας τοὺς τετελευτηκότας ἐπέβαλε τοῖς Ἀρβήλοις καὶ πολλὴν μὲν εὗρεν ἀφθονίαν τῆς τροφῆς, οὐκ ὀλίγον δὲ κόσμον καὶ γάζαν βαρβαρικήν, ἀργυρίου δὲ τάλαντα τρισχίλια.
另一方面,亚历山大在胜利之后埋葬了死者,随后进军阿尔贝拉,在那里发现了大量的粮食、为数不少的服饰与异族的财宝,以及三千塔兰特银币。
συλλογισάμενος δὲ τὴν μέλλουσαν ἔσεσθαι φθορὰν τοῦ περιέχοντος ἀέρος διὰ τὸ πλῆθος τῶν νεκρῶν εὐθὺς ἀνέζευξε καὶ κατήντησε μετὰ πάσης τῆς δυνάμεως εἰς Βαβυλῶνα.
然而,由于尸首众多,他预料到周围的空气将会腐化,于是立即拔营,率领全军抵达巴比伦。
§17.64.4τῶν δʼ ἐγχωρίων προθύμως ὑποδεξαμένων αὐτὸν καὶ κατὰ τὰς ἐπισταθμίας λαμπρῶς ἑστιώντων τοὺς Μακεδόνας ἀνέλαβε τὴν δύναμιν ἐκ τῆς προγεγενημένης ταλαιπωρίας.
鉴于当地人热情地接待了他,并在各个驻地盛宴款待马其顿人,他让军队从先前的劳苦中恢复了过来。
πλείους δὲ τῶν τριάκοντα ἡμερῶν ἐνδιέτριψε τῇ πόλει διά τε τὴν δαψίλειαν τῶν ἐπιτηδείων καὶ τὴν φιλοξενίαν τῶν ἐγχωρίων.
由于物资的丰饶以及当地人的殷勤,他在该城停留了三十多天。
§17.64.5μετὰ δὲ ταῦτα τὴν μὲν ἄκραν παρέδωκε τηρεῖν Ἀγάθωνι τῷ Πυδναίῳ, συστήσας αὐτῷ Μακεδόνας στρατιώτας ἑπτακοσίους·
此后,他将城防交给皮德纳人阿加顿留守,并为他配属了七百名马其顿士兵。
Ἀπολλόδωρον δὲ τὸν Ἀμφιπολίτην καὶ Μένητα τὸν Πελλαῖον ἀπέδειξε στρατηγοὺς τῆς τε Βαβυλῶνος καὶ τῶν σατραπειῶν μέχρι Κιλικίας, δοὺς δὲ αὐτοῖς ἀργυρίου τάλαντα χίλια προσέταξε ξενολογεῖν στρατιώτας ὡς πλείστους.
他还任命安菲波利斯人阿波罗多罗斯和佩拉人梅内斯为巴比伦及直至基利家各行省的将军,并给他们一千塔兰特银币,命令他们招募尽可能多的士兵。
§17.64.6Μιθρίνῃ δὲ τῷ παραδόντι τὴν ἐν Σάρδεσιν ἄκραν Ἀρμενίαν ἔδωκεν.
对于交出萨迪斯城防的米特里涅斯,他赏赐了亚美尼亚。
ἐκ δὲ τῶν ληφθέντων χρημάτων τῶν μὲν ἱππέων τῶν Μακεδόνων ἑκάστῳ ἓξ μνᾶς ἐδωρήσατο, τῶν δὲ συμμάχων πέντε, τῶν δʼ ἐκ τῆς φάλαγγος Μακεδόνων δύο, τοὺς δὲ ξένους διμήνου μισθοφοραῖς ἐτίμησε πάντας.
从缴获的资金中,他赏赐给马其顿骑兵每人六米纳,给盟军骑兵每人五米纳,给马其顿方阵步兵每人二米纳,并以两个月的薪饷犒赏了所有的雇佣兵。

词汇与语法注释

  1. 17.64.1ἀναστροφήν — 名词 ἀναστροφή 通常意为“回转”或“行为”,但此处用于指军事上的“重整旗鼓”或“恢复、喘息之机”。
  2. 17.64.2ἐκ Βάκτροις — 手稿中特有的异常或混同表达,前置词 ἐκ(支配属格)后接地方名 Βάκτρα(巴克特里亚)的复数与格 Βάκτροις。在语境中,它被理解为等同于“在巴克特里亚”(ἐν Βάκτροις)。
  3. 17.64.3ἐπέβαλε τοῖς Ἀρβήλοις — 自动词用法(或省略反身代词)的 ἐπιβάλλω 后接与格,意为“向……进军”或“前往……”。此处表示胜利后,他率军进入阿尔贝拉地区或城市。
  4. 17.64.4κατὰ τὰς ἐπισταθμίας — 名词 ἐπισταθμία 指“驻军”、“宿营”或“宿舍分派”。此处与前置词 κατά 连用,描述了当地人在“各个宿营处”盛情款待马其顿士兵的情景。
  5. 17.64.6τῶν δὲ συμμάχων — 通过与前文“马其顿骑兵每人”(τῶν μὲν ἱππέων τῶν Μακεδόνων ἑκάστῳ)相对比,在“盟军”(συμμάχων)之后省略了“骑兵”(ἱππέων)一词。也就是说,其意为“给盟军的骑兵每人五[米纳]”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.64.1-17.64.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.64.1-17.64.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。