Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.62.1-17.62.8

斯巴达主导结成反马其顿同盟

第 667 段,共 723 段 · 希腊语

内容简介

在阿贝拉战役之后,希腊诸城邦因惧怕马其顿崛起,趁着色雷斯将领门农叛乱之机,在斯巴达的领导下结成同盟并积极备战。

§17.62.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀριστοφῶντος ἐν Ῥώμῃ διεδέξαντο τὴν ὑπατικὴν ἀρχὴν Γάιος Δομέττιος καὶ Αὖλος Κορνήλιος.
在雅典由阿利斯托丰担任执政官时,罗马的盖乌斯·多米提乌斯和奥卢斯·科尔内利乌斯继任执政官。
ἐπὶ δὲ τούτων εἰς τὴν Ἑλλάδα τῆς περὶ Ἄρβηλα μάχης διαδοθείσης πολλαὶ τῶν πόλεων ὑφορώμεναι τὴν αὔξησιν τῶν Μακεδόνων ἔγνωσαν, ἕως ἔτι τὰ Περσῶν πράγματα διαμένει, τῆς ἐλευθερίας ἀντέχεσθαι·
在他们任内,当关于阿贝拉战役的消息传到希腊时,许多城邦对马其顿人的扩张深感戒备,决心趁着波斯人的国势依然存续之时,坚守自由。
§17.62.2βοηθήσειν γὰρ αὐτοῖς Δαρεῖον καὶ χρημάτων τε πλῆθος χορηγήσειν πρὸς τὸ δύνασθαι ξενικὰς μεγάλας δυνάμεις συνίστασθαι καὶ τὸν Ἀλέξανδρον μὴ δυνήσεσθαι διαιρεῖν τὰς δυνάμεις.
因为他们认为,大流士会援助他们,并提供充足的资金以组建庞大的雇佣军,而亚历山大将无法分散其兵力。
§17.62.3εἰ δὲ περιόψονται τοὺς Πέρσας καταπολεμηθέντας, μονωθήσεσθαι τοὺς Ἕλληνας καὶ μηκέτι δυνήσεσθαι φροντίσαι τῆς ἑαυτῶν ἐλευθερίας.
如果他们坐视波斯人被彻底击败,希腊人将会陷入孤立,再也无法顾及自己的自由。
§17.62.4προεκαλέσατο δὲ πρὸς τὴν ἀπόστασιν τοὺς Ἕλληνας καὶ ὁ περὶ τὴν Θρᾴκην νεωτερισμὸς κατὰ τοὺς ὑποκειμένους καιροὺς γενόμενος·
此外,在当时这一时期,色雷斯地区发生的动乱也促使希腊人走向反叛。
§17.62.5Μέμνων γὰρ ὁ καθεσταμένος στρατηγὸς τῆς Θρᾴκης, ἔχων δύναμιν καὶ φρονήματος ὢν πλήρης, ἀνέσεισε μὲν τοὺς βαρβάρους, ἀποστάτης δὲ γενόμενος Ἀλεξάνδρου καὶ ταχὺ μεγάλης δυνάμεως κυριεύσας φανερῶς ἀπεκαλύψατο πρὸς τὸν πόλεμον.
因为被任命为色雷斯将领的门农拥有一支军队且野心勃勃,他不仅煽动蛮族,而且背叛了亚历山大,迅速掌控了一支大军,公然展露出战争的意图。
§17.62.6διόπερ Ἀντίπατρος πᾶσαν ἀναλαβὼν τὴν δύναμιν προῆλθε διὰ Μακεδονίας εἰς Θρᾴκην καὶ διεπολέμει πρὸς τὸν Μέμνονα.
因此,安提帕特率领全军穿过马其顿进入色雷斯,与门农交战。
τούτου δὲ περὶ ταῦτʼ ὄντος οἱ Λακεδαιμόνιοι καιρὸν ἔχειν ὑπολαβόντες τοῦ παρασκευάσασθαι τὰ πρὸς τὸν πόλεμον παρεκάλουν τοὺς Ἕλληνας συμφρονῆσαι περὶ τῆς ἐλευθερίας.
当他忙于此事时,拉刻代蒙人认为得到了准备战争的机会,便号召希腊人为了自由而精诚团结。
§17.62.7Ἀθηναῖοι μὲν οὖν, παρὰ πάντας τοὺς ἄλλους Ἕλληνας ὑπʼ Ἀλεξάνδρου προτιμώμενοι, τὴν ἡσυχίαν ἦγον· Πελοποννησίων δʼ οἱ πλείους καὶ τῶν ἄλλων τινὲς συμφρονήσαντες ἀπεγράψαντο πρὸς τὸν πόλεμον καὶ κατὰ δύναμιν τῶν πόλεων καταγράφοντες τῶν νέων τοὺς ἀρίστους κατέλεξαν στρατιώτας πεζοὺς μὲν οὐκ ἐλάττους τῶν δισμυρίων, ἱππεῖς δὲ περὶ δισχιλίους.
雅典人因受到亚历山大超越其他所有希腊人的礼遇,故保持按兵不动;但伯罗奔尼撒人的大半以及其他一些人志同道合,登记参战,并根据各城邦的能力,选拔青年中最优秀者,招募了不下于两万名步兵和大约两千名骑兵。
§17.62.8τὴν δʼ ἡγεμονίαν ἔχοντες Λακεδαιμόνιοι πανδημεὶ πρὸς τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον ὥρμησαν, Ἄγιδος τοῦ βασιλέως τὴν πάντων ἔχοντος ἡγεμονίαν.
掌握领导权的拉刻代蒙人,在国王阿基斯拥有全军指挥权的情况下,举国动员,奔向这场关系到全体生死存亡的冒险。

词汇与语法注释

  1. 17.62.1τῆς ἐλευθερίας ἀντέχεσθαι — 动词 ἀντέχομαι 支配属格,意为“坚持”、“紧抓不放”,引申为“坚守”。此处表示各城邦在马其顿霸权面前,坚决维护自身固有自由与自治的决心。
  2. 17.62.2βοηθήσειν γὰρ αὐτοῖς Δαρεῖον — 这是基于前句决定(ἔγνωσαν)而引出的间接引语(“对格+不定式”结构),表达他们的想法。其后的不定式 χορηγήσειν 和 μὴ δυνήσεσθαι 也在此间接引语中并列呈现。
  3. 17.62.3εἰ δὲ περιόψονται τοὺς Πέρσας καταπολεμηθέντας — 条件从句中使用了将来时直说语气(περιόψονται),表示强烈的忧虑或现实的盖然性。动词 περιοράω 伴随分词(καταπολεμηθέντας),意为“坐视某人被击败”。
  4. 17.62.8ὑπὲρ τῶν ὅλων κίνδυνον — 短语 τὰ ὅλα 指代“国家的所有、整体”。因此,这里的“关系到全体的危险”意指关系到国家生死存亡、或是关系到全希腊自由的决定性战役。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.62.1-17.62.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.62.1-17.62.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。