§17.61.1ὁ δὲ Δαρεῖος τῇ στρατηγίᾳ διαφέρων καὶ συνεργὸν ἔχων τὸ πλῆθος τοῦ κονιορτοῦ τὴν ἀποχώρησιν οὐχ ὁμοίαν τοῖς ἄλλοις βαρβάροις ἐποιεῖτο, εἰς τοὐναντίον δὲ μέρος ὁρμήσας καὶ κρυπτομένην ἔχων διὰ τὸν ἐξαιρόμενον κονιορτὸν τὴν ἰδίαν ἀποχώρησιν ἀκινδύνως αὐτός τε διέφυγεν τούς τε μεθʼ ἑαυτοῦ πάντας εἰς τὰς κατόπιν κειμένας τῶν Μακεδόνων κώμας διέσωσε.
一方、ダレイオスは将帥としての才に優れ、また立ち込める塵の多さを味方にして、他の蛮族とは異なる方法で退却を行った。 彼は反対の方向へと急ぎ、舞い上がる塵によって自らの退却を隠されながら、自らは危険に遭うことなく逃れ、自分とともにいた者たち全員をマケドニア軍の後方に位置する村々へと安全に避難させた。
§17.61.2τέλος δὲ πάντων τῶν βαρβάρων πρὸς φυγὴν ὁρμησάντων καὶ τῶν Μακεδόνων τοὺς ἐσχάτους ἀεὶ κτεινόντων ταχὺ πᾶς ὁ πλησίον τοῦ πεδίου τόπος νεκρῶν ἐπληρώθη.
ついにすべての蛮族が敗走し、マケドニア兵たちが常に最後尾の者たちを殺戮する中で、戦場の近くのあらゆる場所は瞬く間に死体で満たされた。
§17.61.3διὸ καὶ τῶν βαρβάρων ἐν ταύτῃ τῇ μάχῃ κατεκόπησαν οἱ πάντες ἱππεῖς τε καὶ πεζοὶ πλείους τῶν ἐννέα μυριάδων·
そのため、この戦いで切り倒された蛮族の騎兵および歩兵は、総計で九万人を超えた。
τῶν δὲ Μακεδόνων ἀνῃρέθησαν μὲν εἰς πεντακοσίους, τραυματίαι δʼ ἐγένοντο παμπληθεῖς, ἐν οἷς καὶ τῶν ἐπιφανεστάτων ἡγεμόνων Ἡφαιστίων μὲν εἰς τὸν βραχίονα ξυστῷ βληθεὶς ἐτρώθη, τῶν σωματοφυλάκων ἡγούμενος, τῶν δὲ στρατηγῶν Περδίκκας καὶ Κοῖνος, ἔτι δὲ Μενίδας καί τινες ἕτεροι τῶν ἐπιφανῶν ἡγεμόνων.
一方、マケドニア軍の側では約五百名が戦死し、きわめて多くの負傷者が出た。 その中には最も著名な指導者たちも含まれており、護衛兵の指揮官であったヘファイスティオンは槍で腕を刺されて負傷し、将軍たちの中ではペルディッカスとコイノス、さらにはメニダスやその他の著名な指導者たちの一部も負傷した。
ἡ μὲν οὖν περὶ Ἄρβηλα γενομένη παράταξις τοιοῦτον ἔσχε τὸ πέρας.
こうして、アルベラ周辺で行われた戦いは、このような結末を迎えた。