Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §17.60.1-17.60.8

ダレイオスの敗走とパルメニオンの奮戦

665 / 723 箇所 · ギリシア語

要旨

アレクサンドロスはダレイオスを直接追いつめ、ダレイオスの御者が倒れたことでペルシア軍に混乱が生じ、ダレイオス自身も逃走する。一方、左翼のパルメニオンはマザイオスの猛攻に苦戦するが、テッサリア騎兵を率いて辛うじて敵を退ける。

§17.60.1δευτέρου δὲ προτερήματος τοῖς Πέρσαις γενομένου ὁ μὲν Ἀλέξανδρος σπεύδων διʼ ἑαυτοῦ τὴν ἧτταν διορθώσασθαι τῶν ἰδίων μετὰ τῆς βασιλικῆς εἴλης καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων ἱππέων ἐπʼ αὐτὸν ἤλαυνε τὸν Δαρεῖον.
ペルシア軍にとって二度目の有利な状況が生じたとき、アレクサンドロスは、味方の敗北を自らの手で覆そうと急ぎ、王専属の騎兵部隊および他の最も優れた騎兵たちとともに、ダレイオス自身に向かって進撃した。
§17.60.2ὁ δὲ τῶν Περσῶν βασιλεὺς δεξάμενος τὴν ἐπιφορὰν τῶν πολεμίων αὐτὸς μὲν ἐφʼ ἅρματος ἀγωνιζόμενος ἠκόντιζεν εἰς τοὺς ἐπιφερομένους, πολλῶν δʼ αὐτῷ συναγωνιζομένων καὶ τῶν βασιλέων ἐπʼ ἀλλήλους ἱεμένων ὁ μὲν Ἀλέξανδρος ἀκοντίσας ἐπὶ τὸν Δαρεῖον τούτου μὲν ἥμαρτεν, τοῦ δὲ παρεστῶτος ἡνιόχου τοῦ βασιλέως κατατυχὼν κατέβαλεν.
一方、ペルシアの王は敵の突撃を迎え撃ち、自らは戦車の上から戦い、突撃してくる者たちに槍を投げた。 多くの者が彼とともに戦い、二人の王がお互いに向かって突き進む中で、アレクサンドロスはダレイオスに向けて槍を投げたもののこれは外れ、王の傍らに立っていた御者に命中して彼を突き落とした。
§17.60.3τῶν δὲ περὶ τὸν Δαρεῖον ἀναβοησάντων οἱ πορρώτερον ἀφεστηκότες ὑπέλαβον αὐτὸν τὸν βασιλέα πεπτωκέναι·
ダレイオスの周囲の者たちが大声を上げると、より遠くにいた者たちは王自身が討ち倒されたのだと思い込んだ。
καὶ τούτων τῆς φυγῆς ἀρξαμένων οἱ συνεχεῖς συνείποντο καὶ τὸ συνεστὸς αἰεὶ τῷ Δαρείῳ σύνταγμα κατʼ ὀλίγον παρερρήγνυτο.
そして彼らが逃走を始めると、隣接する者たちもこれに続き、常にダレイオスの周りに結集していた部隊は徐々に崩壊していった。
διὸ καὶ τῆς ἑτέρας πλευρᾶς παραγυμνωθείσης τῶν συναγωνιζομένων καὶ αὐτὸς καταπλαγεὶς πρὸς φυγὴν ὥρμησεν.
そのため、片方の側面が共闘者たちから露出してしまい、王自身も恐怖に駆られて逃走へと向かった。
§17.60.4τούτων δὲ οὕτως φευγόντων καὶ τοῦ κονιορτοῦ τῶν ἱππέων πρὸς ὕψος αἰρομένου καὶ τῶν περὶ τὸν Ἀλέξανδρον ἐκ ποδὸς ἑπομένων διὰ τὸ πλῆθος καὶ τὴν πυκνότητα τοῦ κονιορτοῦ συνιδεῖν μὲν οὐκ ἦν τὸν Δαρεῖον ὅποι ποιεῖται τὴν φυγήν, στεναγμὸς δὲ τῶν πιπτόντων ἀνδρῶν καὶ κτύπος τῶν ἱππέων, ἔτι δὲ τῶν μαστίγων συνεχὴς ψόφος ἐγίνετο.
彼らがこのように逃走し、騎兵たちによる塵が空高く舞い上がり、アレクサンドロスの一行がすぐ後ろから追撃する中で、塵の多さと濃さのために、ダレイオスがどこへ逃げていくのかを見分けることはできなかったが、倒れゆく者たちの呻き声や馬の足音、さらには鞭の絶え間ない音が響き渡っていた。
§17.60.5ἅμα δὲ τούτοις πραττομένοις Μαζαῖος ὁ τοῦ δεξιοῦ κέρατος ἡγούμενος, πλείστους ἔχων καὶ κρατίστους ἱππεῖς, βαρὺς ἐπέκειτο τοῖς κατʼ αὐτὸν τεταγμένοις·
これらのことが行われていると同時に、右翼を率いるマザイオスは、最多かつ最強の騎兵を従えて、自らの前方に配置された者たちに激しく襲いかかった。
Παρμενίων δὲ μετὰ τῶν Θετταλῶν ἱππέων καὶ τῶν ἄλλων τῶν μετʼ αὐτοῦ κινδυνευόντων ὑπέστη τοὺς πολεμίους.
一方、パルメニオンはテッサリア騎兵および彼とともに危機に臨んでいる他の者たちとともに、敵の攻撃を食い止めた。
§17.60.6τὸ μὲν οὖν πρῶτον λαμπρῶς ἀγωνιζόμενος διὰ τὰς ἀρετὰς τῶν Θετταλῶν προετέρει·
最初は、テッサリア兵たちの勇猛さによって、パルメニオンは実に見事に戦って優勢に立っていた。
τῶν δὲ περὶ τὸν Μαζαῖον τῷ τε πλήθει καὶ βάρει τοῦ συστήματος ἐγκειμένων κατεπονεῖτο τὸ τῶν Μακεδόνων ἱππικόν.
しかし、マザイオスとその周囲の者たちが、その数と部隊の重圧をもって押し寄せると、マケドニアの騎兵部隊は圧倒されつつあった。
§17.60.7πολλοῦ δὲ φόνου γινομένου καὶ τῆς τῶν βαρβάρων βίας δυσυποστάτου γινομένης ὁ Παρμενίων ἐξέπεμψέ τινας τῶν περὶ αὐτὸν ἱππέων πρὸς τὸν Ἀλέξανδρον, λέγων κατὰ τάχος βοηθῆσαι.
激しい殺戮が生じ、蛮族の勢いが抵抗しがたいものになると、パルメニオンは自らの周囲の騎兵の何人かをアレクサンドロスのもとへ派遣し、大至急救援に来るように伝えた。
ὀξέως δὲ τούτων τὸ παραγγελθὲν πραττόντων καὶ τὸν Ἀλέξανδρον πυθομένων πολὺ τῆς τάξεως ἀπεσπάσθαι κατὰ τὸν διωγμὸν οὗτοι μὲν ἐπανῆλθον ἄπρακτοι,
彼らは命じられたことを素早く実行したが、アレクサンドロスが追撃の過程で自軍の陣列から遠く離れてしまっていることを知ると、目的を果たせずに戻ってきた。
§17.60.8ὁ δὲ Παρμενίων ταῖς τῶν Θετταλῶν εἴλαις χρώμενος ἐμπειρότατα καὶ πολλοὺς καταβαλὼν μόλις ἐτρέψατο τοὺς βαρβάρους, μάλιστα καταπλαγέντας τῇ κατὰ τὸν Δαρεῖον φυγῇ.
しかしパルメニオンは、テッサリアの騎兵部隊をきわめて巧みに指揮し、多くの敵を打ち倒して、ついに蛮族を敗走させた。 彼らは、何よりもダレイオスの逃走に大きな衝撃を受けていたのである。

語釈・文法注

  1. 17.60.4τὸν Δαρεῖον ὅποι ποιεῖται τὴν φυγήν — 先取り構文(prolepsis)。従属節 ὅποι ποιεῖται τὴν φυγήν(どこへ逃走しているか)の論理的主語である τὸν Δαρεῖον が、主節の不定詞 συνιδεῖν(見分ける)の直接目的語のように前置されている。
  2. 17.60.7λέγων κατὰ τάχος βοηθῆσαι — λέγω(言う)が分詞 λέγων の形で不定詞 βοηθῆσαι を伴い、「救援に来るように命じる(伝える)」という命令・依頼の意を表す間接命令の用法。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §17.60.1-17.60.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.60.1-17.60.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。