§17.52.1κρίνας δʼ ἐν ταύτῃ πόλιν μεγάλην κτίσαι προσέταξε τοῖς ἐπὶ τὴν ἐπιμέλειαν ταύτην καταλειπομένοις ἀνὰ μέσον τῆς τε λίμνης καὶ τῆς θαλάσσης οἰκίσαι τὴν πόλιν.
この地に大都市を創建することを決意すると、彼はこの管理のために残された者たちに、湖と海の中間にその都市を建設するよう命じた。
§17.52.2διαμετρήσας δὲ τὸν τόπον καὶ ῥυμοτομήσας φιλοτέχνως τὴν πόλιν ἀφʼ αὑτοῦ προσηγόρευσεν Ἀλεξάνδρειαν, εὐκαιρότατα μὲν κειμένην πλησίον τοῦ Φάρου λιμένος, εὐστοχίᾳ δὲ τῆς ῥυμοτομίας ποιήσας διαπνεῖσθαι τὴν πόλιν τοῖς ἐτησίοις ἀνέμοις καὶ τούτων πνεόντων μὲν διὰ τοῦ μεγίστου πελάγους, καταψυχόντων δὲ τὸν κατὰ τὴν πόλιν ἀέρα πολλὴν τοῖς κατοικοῦσιν εὐκρασίαν καὶ ὑγίειαν κατεσκεύασεν.
彼はその土地を測量し、芸術的な巧みさをもって都市の街路を区画整理すると、自身の名にちなんでアレクサンドリアと名付けた。 それはファロスの港の近くという極めて好都合な場所に位置しており、街路区画の卓越した設計によって、都市にエテシア風が吹き抜けるようにした。 そして、この風が広大な海を渡って吹き、都市の空気を冷却することによって、住民に多大なる気候の良さと健康をもたらした。
§17.52.3καὶ τὸν μὲν περίβολον αὐτῆς ὑπεστήσατο τῷ τε μεγέθει διαφέροντα καὶ κατὰ τὴν ὀχυρότητα θαυμάσιον·
また、彼はその城壁の計画を立てたが、それは規模において抜きん出ており、その堅固さにおいても驚くべきものであった。
ἀνὰμέσον γὰρ ὢν μεγάλης λίμνης καὶ τῆς θαλάσσης δύο μόνον ἀπὸ τῆς γῆς ἔχει προσόδους στενὰς καὶ παντελῶς εὐφυλάκτους.
というのも、大湖と海の中間に位置しているため、陸地からの進入路は完全に防衛の容易な狭い二つの道しかないからである。
τὸν δὲ τύπον ἀποτελῶν χλαμύδι παραπλήσιον ἔχει πλατεῖαν μέσην σχεδὸν τὴν πόλιν τέμνουσαν καὶ τῷ τε μεγέθει καὶ κάλλει θαυμαστήν·
そして、外形をクラミュスに似せて完成させると、都市のほぼ中央を貫く一本の大通りを設けたが、これは規模と美しさにおいて驚嘆すべきものであった。
ἀπὸ γὰρ πύλης ἐπὶ πύλην διήκουσα τεσσαράκοντα μὲν σταδίων ἔχει τὸ μῆκος, πλέθρου δὲ τὸ πλάτος, οἰκιῶν δὲ καὶ ἱερῶν πολυτελέσι κατασκευαῖς πᾶσα κεκόσμηται.
なぜなら、門から門へと延びるその長さは四十スタディオン、幅は一プレトロンあり、通り全体が邸宅や神殿の豪華な建造物によって装飾されていたからである。
§17.52.4προσέταξεν δʼ ὁ Ἀλέξανδρος καὶ βασίλεια κατασκευάσαι θαυμαστὰ κατὰ τὸ μέγεθος καὶ βάρος τῶν ἔργων.
さらにアレクサンドロスは、その工事の規模と重量において驚くべき宮殿を建設することも命じた。
οὐ μόνον δʼ ὁ Ἀλέξανδρος, ἀλλὰ καὶ οἱ μετʼ αὐτὸν βασιλεύσαντες Αἰγύπτου μέχρι τοῦ καθʼ ἡμᾶς βίου σχεδὸν ἅπαντες πολυτελέσι κατασκευαῖς ηὔξησαν τὰ βασίλεια.
アレクサンドロスだけでなく、彼の後にエジプトを支配した王たちも、私たちの時代に至るまでほぼ全員が、豪華な建造物によってこの宮殿を拡張した。
§17.52.5καθόλου δʼ ἡ πόλις τοσαύτην ἐπίδοσιν ἔλαβεν ἐν τοῖς ὕστερον χρόνοις ὥστε παρὰ πολλοῖς αὐτὴν πρώτην ἀριθμεῖσθαι τῶν κατὰ τὴν οἰκουμένην·
全般的に、この都市は後世において非常に大きな発展を遂げたため、多くの人々によって、居住世界の諸都市の中で第一のものと数えられるほどになった。
καὶ γὰρ κάλλει καὶ μεγέθει καὶ προσόδων πλήθει καὶ τῶν πρὸς τρυφὴν ἀνηκόντων πολὺ διαφέρει τῶν ἄλλων.
実際、美しさ、規模、歳入の豊富さ、そして贅沢に資するあらゆる点において、他の都市を遥かに凌駕している。
§17.52.6τὸ δὲ τῶν κατοικούντων αὐτὴν πλῆθος ὑπερβάλλει τοὺς ἐν ταῖς ἄλλαις πόλεσιν οἰκήτορας·
また、その住民の数は他の都市の居住者を圧倒している。
καθʼ ὃν γὰρ ἡμεῖς παρεβάλομεν χρόνον εἰς Αἴγυπτον, ἔφασαν οἱ τὰς ἀναγραφὰς ἔχοντες τῶν κατοικούντων εἶναι τοὺς ἐν αὐτῇ διατρίβοντας ἐλευθέρους πλείους τῶν τριάκοντα μυριάδων, ἐκ δὲ τῶν προσόδων τῶν κατʼ Αἴγυπτον λαμβάνειν τὸν βασιλέα πλείω τῶν ἑξακισχιλίων ταλάντων.
我々がエジプトを訪れた当時、住民の登録簿を管理していた者たちの話によれば、そこに居住する自由市民の数は三十万人を超えており、王はエジプトの歳入から六千タラントン以上を受け取っているとのことだった。
§17.52.7ὁ δʼ οὖν βασιλεὺς Ἀλέξανδρος ἐπιστήσας τινὰς τῶν φίλων ἐπὶ τὴν κατασκευὴν τῆς Ἀλεξανδρείας καὶ διοικήσας ἅπαντα τὰ κατὰ τὴν Αἴγυπτον ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς τὴν Συρίαν.
こうして王アレクサンドロスは、友人たちの何人かをアレクサンドリアの建設に当たらせ、エジプトに関するすべての事柄を処理したのち、軍勢とともにシリアへと戻った。