§17.49.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀριστοφάνους ἐν Ῥώμῃ κατεστάθησαν ὕπατοι Σπούριος Ποστόμιος καὶ Τῖτος Οὐετούριος.
アテナイにおいてアリストファネスがアルコンであり、ローマにおいてスプリウス・ポストゥミウスとティトゥス・ウェトゥリウスが執政官に任命された年に。
ἐπὶ δὲ τούτων Ἀλέξανδρος ὁ βασιλεὺς τὰ περὶ τὴν Γάζαν διοικήσας Ἀμύνταν μὲν μετὰ δέκα νεῶν εἰς Μακεδονίαν ἐξέπεμψε, προστάξας τῶν νέων τοὺς εὐθέτους ἐπιλέξαι πρὸς στρατείαν, αὐτὸς δὲ μετὰ πάσης τῆς δυνάμεως παρῆλθεν εἰς Αἴγυπτον καὶ παρέλαβε πάσας τὰς ἐν αὐτῇ πόλεις χωρὶς κινδύνων·
これらの者の執政期に、王アレクサンドロスはガザ周辺の諸事を処置すると、アミュンタスを十隻の船と共にマケドニアへ派遣し、若者のうちから軍務に適した者を選び抜くよう命じた。 彼自身は全軍を率いてエジプトへと進み、危険に遭うことなくそこにあるすべての都市を接収した。
§17.49.2οἱ γὰρ Αἰγύπτιοι τῶν Περσῶν ἠσεβηκότων εἰς τὰ ἱερὰ καὶ βιαίως ἀρχόντων ἄσμενοι προσεδέξαντο τοὺς Μακεδόνας.
というのも、エジプト人たちは、ペルシア人が聖所に対して不敬な働きをなし、暴力的に支配していたため、喜んでマケドニア人を受け入れたからである。
καταστήσας δὲ τὰ κατὰ τὴν Αἴγυπτον προῆλθεν εἰς Ἄμμωνος, βουλόμενος χρήσασθαι τῷ θεῷ.
彼はエジプトの状況を整えると、神の神託を求めることを望んで、アモンの神殿へと進んだ。
κατὰ μέσην δὲ τὴν ὁδὸν ἀπήντησαν αὐτῷ πρέσβεις παρὰ Κυρηναίων στέφανον κομίζοντες καὶ μεγαλοπρεπῆ δῶρα, ἐν οἷς ἦγον ἵππους τε πολεμιστὰς τριακοσίους καὶ πέντε τέθριππα τὰ κράτιστα.
道中に、キュレネ人からの使節が彼を迎え、王冠と壮麗な贈り物を携えてきたが、その中には三百頭の軍馬と五台の最良の四頭立て戦車が含まれていた。
§17.49.3ὁ δὲ τούτους μὲν ἀποδεξάμενος φιλίαν καὶ συμμαχίαν συνέθετο πρὸς αὐτούς, αὐτὸς δὲ μετὰ τῶν συναποδημούντων προῆγεν ἐπὶ τὸ ἱερόν·
彼はこれらを受け入れると彼らと友好・同盟関係を結び、自身は同行者たちと共に神殿へと進んだ。
καὶ διανύσας ἐπὶ τὴν ἔρημον καὶ ἄνυδρον, ὑδρευσάμενος διῄει τὴν χώραν ἔχουσαν ἄμμου μέγεθος ἀέριον.
そして砂漠の不毛な地へと至り、水を補給すると、空に届くほどの大量の砂がある地方を通過した。
ἐν ἡμέραις δὲ τέσσαρσιν ἐξαναλωθέντων τῶν κομιζομένων ὑδάτων εἰς δεινὴν σπάνιν παρεγένοντο.
四日のうちに携行していた水が尽きると、彼らは深刻な欠乏状態に陥った。
§17.49.4εἰς ἀθυμίαν οὖν πάντων ἐμπεσόντων ἄφνω πολὺς ὄμβρος ἐξ οὐρανοῦ κατερράγη, τὴν ὑπάρχουσαν τῶν ὑγρῶν ἔνδειαν παραδόξως διωρθούμενος·
そのため、全員が落胆に陥ったとき、突然、空から激しい豪雨が降り注ぎ、現に生じていた水不足を驚くべきやり方で解消した。
διὸ καὶ τὸ συμβὰν ἔδοξεν ἀνελπίστως σωθεῖσι θεῶν προνοίᾳ γεγονέναι.
それゆえ、この出来事は、予期せず命を救われた者たちにとって、神々の配慮によって起こったものと思われた。
§17.49.5ὑδρευσάμενοι δʼ ἔκ τινος κοιλάδος, ἐπὶ τέσσαρας ἡμέρας ἔχοντες ἀρκοῦσαν τὴν βοήθειαν καὶ διελθόντες ἡμέρας τέσσαρας διεξεπέρασαν τὴν ἄνυδρον.
彼らはある谷から水を補給し、四日分に足りる供給を得て、四日間進んで水のない地を横断した。
ἀδήλου δὲ τῆς ὁδοῦ καθεστώσης διὰ τὸ πλῆθος τῆς ἄμμου οἱ καθηγούμενοι τῆς ὁδοῦ προσήγγειλαν τῷ βασιλεῖ διότι κόρακες δεξιοὶ κλάζοντες τὴν τρίβον τῆς ἐπὶ τὸ ἱερὸν φερούσης ἀτραποῦ προσημαίνουσιν.
砂が大量にあるために道が定かではなくなったとき、道案内の者たちが王に、右手に現れたワタリガラスたちが鳴き声を上げながら、神殿へと至る小道の経路を示していると報告した。
§17.49.6οἰωνισάμενος δὲ τὸ συμβαῖνον ὁ Ἀλέξανδρος καὶ διαλαβὼν δέχεσθαι τὸν θεὸν ἀσμένως τὴν παρουσίαν αὐτοῦ προῆγε κατὰ σπουδήν.
アレクサンドロスはこの出来事を吉兆と受け止め、神が自分の参入を喜んで受け入れていると判断して、急いで進んだ。
καὶ τὸ μὲν πρῶτον κατήνυσεν ἐπὶ τὴν πικρὰν καλουμένην λίμνην, μετὰ δὲ ταῦτα πορευθεὶς σταδίους ἑκατὸν παρήλλαξε τὰς ἐπικαλουμένας Ἄμμωνος πόλεις·
彼はまず「苦い湖」と呼ばれる場所に到着し、その後、百スタディオンを進んで「アモンの市」と呼ばれる場所を通り過ぎた。
ἐντεῦθεν δʼ ὁδοιπορήσας μίαν ἡμέραν συνήγγισε τῷ τεμένει.
そこから一日の間旅をすると、聖域に近づいた。