§17.4.1πρώτους δὲ Θετταλοὺς ὑπομνήσας τῆς ἀρχαίας ἀφʼ Ἡρακλέους συγγενείας καὶ λόγοις φιλανθρώποις, ἔτι δὲ μεγάλαις ἐπαγγελίαις μετεωρίσας ἔπεισε τὴν πατροπαράδοτον ἡγεμονίαν αὐτῷ συγχωρῆσαι κοινῷ τῆς Θετταλίας δόγματι.
アレクサンドロスは、まずテッサリア人にヘラクレスに由来する古くからの血縁関係を思い出させ、友好的な言葉によって、さらには大いなる約束によって彼らを奮起させて、テッサリアの共同決議によって祖先伝来の覇権を彼に譲るよう説得した。
§17.4.2μετὰ δὲ τούτους τὰ συνορίζοντα τῶν ἐθνῶν εἰς τὴν ὁμοίαν εὔνοιαν προσαγαγόμενος παρῆλθεν εἰς Πύλας καὶ τὸ τῶν Ἀμφικτυόνων συνέδριον συναγαγὼν ἔπεισεν ἑαυτῷ κοινῷ δόγματι δοθῆναι τὴν τῶν Ἑλλήνων ἡγεμονίαν.
彼らの次に、隣接する諸民族を同様の好意へと引き入れた上で、ピュライへと進み、隣国同盟の評議会を招集して、共同決議によってギリシア人の覇権を自分に授与することを彼らに承諾させた。
§17.4.3τοῖς δʼ Ἀμβρακιώταις διαπρεσβευομένοις φιλανθρώπως ὁμιλήσας ἔπεισεν αὐτοὺς βραχεῖ προειληφέναι τὴν μέλλουσαν ὑπʼ αὐτοῦ δίδοσθαι μετὰ προθυμίας αὐτονομίαν.
また、使節を派遣してきたアンブラキア人たちと友好的に会談し、彼ら自身が、自分が好意的に与えるつもりであった自治権を、ほんの少し前もって手に入れたにすぎないのだと彼らに説得した。
§17.4.4πρὸς δὲ τὴν κατάπληξιν τῶν ἀπειθούντων ἦγε τὴν δύναμιν τῶν Μακεδόνων κεκοσμημένην καταπληκτικῶς.
さらに、服従しない者たちを威嚇するために、彼は驚異的に武装されたマケドニア軍を率いた。
ὀξείαις δὲ ταῖς ὁδοιπορίαις χρησάμενος ἧκεν εἰς τὴν Βοιωτίαν καὶ πλησίον τῆς Καδμείας καταστρατοπεδεύσας ἐπέστησε πολὺν φόβον τῇ πόλει τῶν Θηβαίων.
そして急行軍を行いボイオティアに到着すると、カドメイアの近くに陣を張ることで、テーバイの都市に多大な恐怖をもたらした。
§17.4.5καθʼ ὃν δὴ χρόνον Ἀθηναῖοι πυθόμενοι τὴν εἰς Βοιωτίαν πάροδον τοῦ βασιλέως τῆς προϋπαρχούσης καταφρονήσεως ἀπέστησαν·
まさにその時、アテナイ人は王がボイオティアに入ったことを知って、それまでの軽蔑を捨てた。
ἡ γὰρ ὀξύτης τοῦ νεανίσκου καὶ ἡ διὰ τῶν πράξεων ἐνέργεια τοὺς ἀλλοτριοφρονοῦντας μεγάλως ἐξέπληττεν.
なぜなら、この若者の迅速さと、その行動が示す精力的な活動が、反抗的な考えを持つ者たちをひどく驚かせたからである。
§17.4.6διόπερ Ἀθηναῖοι τὰ μὲν ἀπὸ τῆς χώρας ἐψηφίσαντο κατακομίζειν, τῶν δὲ τειχῶν τὴν ἐνδεχομένην ἐπιμέλειαν ποιεῖσθαι.
それゆえアテナイ人は、農村部から物資を運び込むこと、および城壁について可能な限りの補修をすることを取り決めた。
πρὸς δὲ τὸν Ἀλέξανδρον πρέσβεις ἐξαπέστειλαν, ἀξιοῦντες συγγνώμην ἔχειν, εἰ τὴν ἡγεμονίαν μὴ ταχέως συγχωροῦσιν.
そして、アレクサンドロスに使節を派遣し、覇権を速やかに認めなかったことに対して容赦を請うた。
§17.4.7ἐν δὲ τοῖς πρέσβεσι καὶ Δημοσθένης ἐκπεμφθεὶς οὐ συνῆλθε μετὰ τῶν ἄλλων πρὸς τὸν Ἀλέξανδρον, ἀλλʼ ἐκ τοῦ Κιθαιρῶνος ἀνέκαμψεν εἰς τὰς Ἀθήνας, εἴτε διὰ τὰ πεπολιτευμένα κατὰ Μακεδόνων φοβηθείς, εἴτε βουλόμενος τῷ βασιλεῖ τῶν Περσῶν ἄμεμπτον αὑτὸν διαφυλάττειν.
使節たちの中にはデモステネスも派遣されていたが、他の者たちと共にアレクサンドロスの元へは赴かず、キタイロン山からアテナイへと引き返した。 それはマケドニア人に対抗して行ってきた政策のために恐れを抱いたからか、あるいはペルシア王に対して自分を非難の余地なき状態に保っておきたかったからである。
§17.4.8πολλὰ γὰρ χρήματά φασιν αὐτὸν εἰληφέναι παρὰ Περσῶν, ἵνα πολιτεύηται κατὰ Μακεδόνων·
というのも、マケドニア人に対抗する政策を行うために、彼がペルシア人から多額の資金を受け取っていたと言われているからである。
περὶ ὧν καὶ τὸν Αἰσχίνην φασὶν ὀνειδίζοντα τῷ Δημοσθένει κατά τινα λόγον τὴν δωροδοκίαν εἰπεῖν,
"νῦν μέντοι τὴν δαπάνην ἐπικέκλυκεν αὐτοῦ τὸ βασιλικὸν χρυσίον.
この件について、アイスキネスもある演説の中でデモステネスを非難し、その収賄を告発して次のように述べたと言われている。 「しかし今や、王の黄金が彼の出費を押し流している。
ἔσται δὲ οὐδὲ τοῦθʼ ἱκανόν·
だがこれとて十分ではない。
οὐδεὶς γὰρ πώποτε πλοῦτος τρόπου πονηροῦ περιεγένετο.
悪しき品性を克服できた富など、かつて存在しなかったのだから。
" §17.4.9ὁ δὲ Ἀλέξανδρος τοῖς πρέσβεσι τῶν Ἀθηναίων φιλανθρώπους ἀποκρίσεις δοὺς ἀπέλυσε τοῦ πολλοῦ φόβου τὸν δῆμον.
」アレクサンドロスはアテナイの使節たちに友好的な返答を与え、民衆を多大なる恐怖から解放した。
τοῦ δʼ Ἀλεξάνδρου παραγγείλαντος εἰς Κόρινθον ἀπαντᾶν τάς τε πρεσβείας καὶ τοὺς συνέδρους, ἐπειδὴ συνῆλθον οἱ συνεδρεύειν εἰωθότες, διαλεχθεὶς ὁ βασιλεὺς καὶ λόγοις ἐπιεικέσι χρησάμενος ἔπεισε τοὺς Ἕλληνας ψηφίσασθαι στρατηγὸν αὐτοκράτορα τῆς Ἑλλάδος εἶναι τὸν Ἀλέξανδρον καὶ συστρατεύειν ἐπὶ τοὺς Πέρσας ὑπὲρ ὧν εἰς τοὺς Ἕλληνας ἐξήμαρτον.
そして、アレクサンドロスが使節たちと評議員たちにコリントスに集まるよう命じたとき、評議会に集う慣わしのある者たちが集結すると、王は演説を行い、穏健な言葉を用いて、アレクサンドロスをギリシアの全権将軍とすること、およびペルシア人がギリシア人に対して犯した罪の報いとして彼らに対する遠征に加わることを決議するようギリシア人たちを説得した。
τυχὼν δὲ ταύτης τῆς τιμῆς ὁ βασιλεὺς ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς Μακεδονίαν.
この栄誉を手に入れると、王は軍隊を引き連れてマケドニアへと帰還した。