§17.31.1εὐθὺς οὖν μετεπέμπετο τὰς πανταχόθεν δυνάμεις καὶ προσέταξεν ἀπαντᾶν εἰς Βαβυλῶνα καὶ τῶν φίλων καὶ τῶν συγγενῶν ἐπελέγετο τοὺς εὐθέτους, ὧν τοῖς μὲν τὰς ἁρμοζούσας ἡγεμονίας κατεμέριζε, τοὺς δὲ μεθʼ αὑτοῦ κινδυνεύειν προσέταττεν.
そこで王は直ちに、至る所から軍勢を召集してバビロンに集結するように命じ、側近や親族の中から適任者を選び出して、彼らのうち一部の者には相応しい指揮権を分配し、他の者には自分とともに危険に立ち向かうよう命じた。
§17.31.2ὡς δʼ ὁ τῆς στρατείας ἀφωρισμένος χρόνος προσεγένετο, κατήντησαν ἅπαντες εἰς τὴν Βαβυλῶνα.
遠征のために定められた期日が来ると、全員がバビロンに到着した。
ὁ δʼ ἀριθμὸς ἦν τῶν στρατιωτῶν πεζοὶ μὲν πλείους τῶν τετταράκοντα μυριάδων, ἱππεῖς δὲ οὐκ ἐλάττους τῶν δέκα μυριάδων.
兵士の数は、歩兵が四十万人以上、騎兵は十万人を下らなかった。
Δαρεῖος μὲν οὖν μετὰ τοσαύτης δυνάμεως ἀναζεύξας ἐκ Βαβυλῶνος προῆγεν ἐπὶ Κιλικίας, ἔχων μεθʼ ἑαυτοῦ τήν τε γυναῖκα καὶ τὰ τέκνα, υἱὸν καὶ δύο θυγατέρας, καὶ τὴν μητέρα·
そこでダレイオスは、これほどの大軍を率いてバビロンから陣を発し、妻と子供たち(一人の息子と二人の娘)、そして母親を伴ってキリキアへと進軍した。
§17.31.3Ἀλέξανδρος δὲ πρὸ μὲν τῆς Μέμνονος τελευτῆς πυνθανόμενος Χῖον καὶ τὰς ἐν Λέσβῳ πόλεις κεχειρῶσθαι, τὴν δὲ Μιτυλήνην κατὰ κράτος ἡλωκυῖαν, πρὸς δὲ τούτοις τὸν Μέμνονα τριακοσίαις τριήρεσι καὶ πεζῇ δυνάμει μέλλοντα στρατεύειν ἐπὶ Μακεδονίαν, τῶν δʼ Ἑλλήνων τοὺς πλείους ἑτοίμους εἶναι πρὸς ἀπόστασιν οὐ μετρίως ἠγωνία,
一方、アレクサンドロスは、メモノンの死より前には、キオスとレスボス島の諸都市が制圧され、ミティレネが力づくで攻略されたこと、さらにこれらに加えて、メモノンが三百隻の三段櫂船と歩兵戦力を率いてマケドニアへと遠征しようとしており、ギリシア人の大半が反乱を起こす構えを見せていることを知らされて、ひどく不安を抱いていた。
§17.31.4ὡς δʼ ἧκόν τινες ἀπαγγέλλοντες τὴν Μέμνονος τελευτήν, ἀπελύθη τῆς πολλῆς ἀγωνίας.
しかし、メモノンの死を報告する者たちが到着すると、彼は大きな不安から解放された。
μετʼ ὀλίγον δὲ εἰς ἀρρωστίαν βαρυτέραν ἐμπεσὼν καὶ χαλεπῷ πάθει συνεχόμενος συνεκάλεσε τοὺς ἰατρούς.
ところが、間もなく重い病に倒れ、激しい苦痛に苦しめられるようになると、彼は医師たちを招集した。
§17.31.5τῶν μὲν οὖν ἄλλων ἕκαστος δυσχερῶς εἶχε πρὸς τὴν θεραπείαν, Φίλιππος δʼ Ἀκαρνὰν τὸ γένος παραβόλοις καὶ συντόμοις θεραπείαις χρώμενος ἐπηγγείλατο διὰ φαρμακείας λύσειν τὴν νόσον.
他の医師たちはみな治療に難色を示していたが、アカルナニアの生まれであるフィリッポスは、危険を伴うものの迅速な治療法を用いる男であり、薬物によって病を治すと約束した。
§17.31.6ἀσμένως δὲ τοῦ βασιλέως ὑπακούσαντος διὰ τὸ λέγεσθαι Δαρεῖον μετὰ τῆς δυνάμεως ἐκ Βαβυλῶνος ὡρμηκέναι ὁ μὲν ἰατρὸς δοὺς φάρμακον πιεῖν καὶ συνεργὸν λαβὼν τὴν φύσιν τοῦ κάμνοντος καὶ τὴν τύχην εὐθὺς ἀπήλλαξε τῆς νόσου τὸν Ἀλέξανδρον.
ダレイオスが軍勢を率いてバビロンから出発したと伝えられていたため、王は喜んでこれに応じた。 医師は服用するための薬を与え、病人の本来の頑健さと幸運をも味方にして、直ちにアレクサンドロスから病を取り除いた。
οὗτος μὲν οὖν παραδόξως ἐκφυγὼν τὸν κίνδυνον καὶ τὸν ἰατρὸν τιμήσας μεγαλοπρεπῶς κατέταξεν αὐτὸν εἰς τοὺς εὐνουστάτους τῶν φίλων.
こうして奇跡的に死の危険を脱した王は、医師を大いに厚遇し、彼を最も忠実な側近の列に加えた。