§17.30.1προσεδόκησε μὲν γὰρ ὁ βασιλεὺς μεταθήσεσθαι αὐτὸν τὸν πάντα πόλεμον ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην·
というのも、王は彼自身が戦争全体をアジアからヨーロッパへと移すだろうと予期していたからである。
ὡς δʼ ἤκουσε τὴν Μέμνονος τελευτήν, συνήγαγε τῶν φίλων συνέδριον καὶ προέθηκε βουλὴν πότερον δεῖ στρατηγοὺς καὶ στρατιὰν καταπέμπειν ἐπὶ θάλατταν ἢ τὸν βασιλέα μετὰ πάσης τῆς δυνάμεως καταβάντα διαγωνίζεσθαι τοῖς Μακεδόσιν.
しかし、メモノンの死を知ると、彼は側近たちの会議を招集し、将軍たちと軍隊を海辺へと派遣すべきか、それとも王自身が全軍を率いて下っていき、マケドニア人と雌雄を決するべきか、諮問に付した。
§17.30.2ἔνιοι μὲν οὖν ἔφασαν δεῖν αὐτὸν τὸν βασιλέα παρατάττεσθαι καὶ τὸ πλῆθος τῶν Περσῶν ἀπεφαίνοντο προθυμότερον ἀγωνιεῖσθαι·
そこで一部の者は、王自身が陣頭に立つべきであり、そうすればペルシアの兵士たちもより熱意を持って戦うだろうと意見を述べた。
Χαρίδημος δʼ Ἀθηναῖος, ἀνὴρ θαυμαζόμενος ἐπʼ ἀνδρείᾳ καὶ δεινότητι στρατηγίας, συνεστράτευτο μὲν Φιλίππῳ τῷ βασιλεῖ καὶ πάντων τῶν ἐπιτευγμάτων ἀρχηγὸς καὶ σύμβουλος γεγονὼς ἦν, συνεβούλευεν δὲ τῷ Δαρείῳ μὴ προπετῶς ἀποκυβεῦσαι περὶ τῆς βασιλείας, ἀλλʼ αὐτὸν μὲν τὸ βάρος καὶ τὴν τῆς Ἀσίας ἀρχὴν συνέχειν, ἐπὶ δὲ τὸν πόλεμον ἀποστέλλειν στρατηγὸν πεῖραν δεδωκότα τῆς ἰδίας ἀρετῆς.
しかし、アテナイ人のカリデモスは、勇敢さと将軍としての卓越した才によって称賛されていた男であり、かつてフィリッポス王とともに従軍し、あらゆる成功の指導者であり助言者であったのだが、ダレイオスに対し、王国の運命を軽率に賭けるべきではなく、彼自身は王国の重みとアジアの支配を維持し、戦争には自己の力量をすでに実証した将軍を派遣するべきであると助言した。
§17.30.3δύναμιν δʼ ἱκανὴν εἶναι δέκα μυριάδων, ἧς τὸ τρίτον Ἕλληνας ποιῆσαι μισθοφόρους, καὶ διʼ ἐμφάσεως αὐτὸς ἀνεδέχετο κατορθώσειν τὴν ἐπιβολὴν ταύτην.
そして、10万人の十分な軍勢があれば十分であり、その3分の1をギリシア人傭兵とすべきであって、それとなく、彼自身がこの企てを成功させることを引き受ける姿勢を示した。
§17.30.4τὸ μὲν οὖν πρῶτον ὁ βασιλεὺς συγκατετίθετο τοῖς λεγομένοις, μετὰ δὲ ταῦτα τῶν φίλων γενναιότερον ἀντειπόντων καὶ τὸν Χαρίδημον εἰς ὑποψίαν ἀγόντων ὅτι τῆς στρατηγίας ὀρέγεται τυχεῖν, ὅπως τοῖς Μακεδόσι προδῷ τὴν Περσῶν ἡγεμονίαν, ὁ μὲν Χαρίδημος παροργισθεὶς καὶ προχειρότερον ὀνειδίσας τὴν Περσῶν ἀνανδρίαν ἐποίησεν ἐπὶ πλεῖον προσκόψαι τὸν βασιλέα τοῖς λόγοις, τοῦ θυμοῦ δὲ τὸ συμφέρον ἀφαιρουμένου ὁ μὲν Δαρεῖος ἐπιλαβόμενος τῆς τοῦ Χαριδήμου ζώνης κατὰ τὸν τῶν Περσῶν νόμον παρέδωκε τοῖς ὑπηρέταις καὶ προσέταξεν ἀποκτεῖναι,
最初、王は言われたことに同意していた。 しかし、その後、側近たちがより激しく反対し、カリデモスが将軍職を得ることを切望しているのは、ペルシアの覇権をマケドニア人に売り渡すためではないかという疑いをかけたため、カリデモスは激怒し、ペルシア人の不甲斐なさをあまりにも軽率に非難して、王をその言葉によってさらに不快にさせた。 怒りが王から有益な判断力を奪い去る中で、ダレイオスはペルシアの慣習に従ってカリデモスの帯を掴み、召使いたちに引き渡して殺害するように命じた。
§17.30.5ὁ δὲ Χαρίδημος ἀπαγόμενος ἐπὶ τὸν θάνατον ἀνεβόησεν μεταμελήσειν ταῦτα ταχὺ τῷ βασιλεῖ καὶ τῆς ἀδίκου τιμωρίας αὐτοῦ σύντομον ἕξειν τὴν κόλασιν, ἐπιδόντα τὴν κατάλυσιν τῆς βασιλείας.
死刑のために連行されながら、カリデモスは大声で叫んだ。 王はすぐにこのことを後悔するだろう、そしてカリデモスに対する不当な処罰に対して、王国の崩壊を目撃するという、迅速な報いを受けることになるだろう、と。
Χαρίδημος μὲν οὖν μεγάλων ἐλπίδων ἐκπεσὼν διὰ παρρησίαν ἄκαιρον τοιαύτην ἔσχε τὴν τοῦ βίου καταστροφήν·
こうして、カリデモスは時宜を得ない率直な発言のために大いなる希望から失墜し、このような生涯の最期を迎えた。
§17.30.6ὁ δὲ βασιλεὺς ἀνέντος τοῦ θυμοῦ τὴν ψυχὴν εὐθὺς μετενόησε καὶ κατεμέμψατο ἑαυτὸν ὡς τὰ μέγιστα ἡμαρτηκότα.
しかし、王の怒りが収まると、彼はすぐに悔い改め、自分が極めて重大な過ちを犯したと自らを責めた。
ἀλλʼ οὐ γὰρ ἦν δυνατὸν τὸ γεγονὸς διὰ τῆς βασιλικῆς ἐξουσίας ἀγένητον κατασκευάσαι.
しかしながら、起こってしまったことを王の権力をもってしても、起こらなかったことにすることは不可能であった。
§17.30.7διόπερ ὀνειροπολούμενος ταῖς Μακεδόνων ἀρεταῖς καὶ τὴν ἐνέργειαν τὴν Ἀλεξάνδρου πρὸ ὀφθαλμῶν λαμβάνων ἐζήτει στρατηγὸν ἀξιόχρεων τὸν διαδεξόμενον τὴν τοῦ Μέμνονος ἡγεμονίαν·
それゆえ、マケドニア人の卓越した能力に心を悩まされ、アレクサンドロスの精力的な活動を目の当たりにする中で、彼はメモノンの指揮権を引き継ぐに足る能力のある将軍を探した。
οὐ δυνάμενος δʼ εὑρεῖν αὐτὸς ἠναγκάζετο καταβαίνειν εἰς τὸν ὑπὲρ τῆς βασιλείας κίνδυνον.
しかし、見つけることができなかったため、彼自身が王国の存亡をかけた危機へと赴くことを余儀なくされた。