§17.29.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Νικοκράτους ἐν Ῥώμῃ τὴν ὕπατον ἀρχὴν διεδέξατο Καίσων Οὐαλλέριος καὶ Λεύκιος Παπίριος.
アテナイにおいてニコクラテスがアルコンであった時、ローマにおいてはカイソ・ウァレリウスとルキウス・パピリウスが執政官の職を引き継いだ。
ἐπὶ δὲ τούτων Δαρεῖος χρημάτων πλῆθος ἐξέπεμψε τῷ Μέμνονι καὶ τοῦ πολέμου παντὸς ἀπέδειξε στρατηγόν.
彼らの任期中に、ダレイオスは多額の資金をメモノンに送り、彼を戦争全体の将軍に任命した。
§17.29.2ὁ δὲ μισθοφόρων πλῆθος ἀθροίσας καὶ τριακοσίας ναῦς πληρώσας ἐνεργῶς διῴκει τὰ κατὰ τὸν πόλεμον.
メモノンは多数の傭兵を集め、三百隻の船に人員を満載して、精力的に戦争に関する事柄を遂行した。
Χῖον μὲν οὖν προσηγάγετο· πλεύσας δʼ ἐπὶ Λέσβον Ἄντισσαν μὲν καὶ Μήθυμναν καὶ Πύρραν καὶ Ἐρεσσὸν ῥᾳδίως ἐχειρώσατο, τὴν δὲ Μιτυλήνην μεγάλην οὖσαν καὶ παρασκευαῖς μεγάλαις καὶ πλήθει τῶν ἀμυνομένων ἀνδρῶν κεχορηγημένην πολλὰς ἡμέρας πολιορκήσας καὶ πολλοὺς τῶν στρατιωτῶν ἀποβαλὼν μόγις εἷλε κατὰ κράτος.
そこで、まずキオスを味方に引き入れ、さらにレスボス島へと航行して、アンティッサ、メテュムナ、ピュラ、エレソスを容易に制圧した。 しかし、ミティレネは大都市であり、大いなる防備と多数の防衛兵を備えていたため、何日も包囲して多くの兵士を失った末に、かろうじて力ずくでこれを攻略した。
§17.29.3εὐθὺ δὲ τῆς περὶ τὸν στρατηγὸν ἐνεργείας διαβοηθείσης αἱ πλείους τῶν Κυκλάδων νήσων διεπρεσβεύοντο.
この将軍の精力的な活動がたちまち知れ渡ると、キクラデス諸島の大部分の島々が使節を送ってきた。
προσπεσούσης δὲ φήμης εἰς τὴν Ἑλλάδα διότι Μέμνων μετὰ τοῦ στόλου μέλλει πλεῖν ἐπʼ Εὐβοίας αἱ μὲν κατὰ τὴν νῆσον ταύτην πόλεις περίφοβοι καθειστήκεισαν, οἱ δὲ τὰ τῶν Περσῶν αἱρούμενοι τῶν Ἑλλήνων, ἐν οἷς ὑπῆρχον καὶ Σπαρτιᾶται, μετέωροι ταῖς ἐλπίσιν ἐγίνοντο πρὸς καινοτομίαν.
さらに、メモノンが艦隊を率いてエウボイアへと航行しようとしているという噂がギリシアに伝わると、この島にある諸都市は恐怖に陥ったが、ギリシア人の中でペルシア側を支持する者たち(その中にはスパルタ人も含まれていた)は、現状の変革を期待して、希望に胸を膨らませた。
§17.29.4ὁ δὲ Μέμνων χρήμασι διαφθείρων πολλοὺς τῶν Ἑλλήνων ἔπεισε κοινωνεῖν τῶν Περσικῶν ἐλπίδων.
メモノンは多くのギリシア人たちを金で懐柔し、ペルシア側の希望に加担するよう説得した。
οὐ μὴν ἡ τύχη γʼ εἴασεν ἐπὶ πλέον προελθεῖν τὴν τἀνδρὸς ἀρετήν·
しかしながら、運命はこの男の優れた才がこれ以上発揮されることを許さなかった。
ὁ γὰρ Μέμνων περιπεσὼν ἀρρωστίᾳ καὶ πάθει παραβόλῳ συσχεθεὶς μετήλλαξε καὶ τῇ τούτου τελευτῇ συνετρίβη καὶ τὰ τοῦ Δαρείου πράγματα.
というのも、メモノンは病に倒れ、急激な病状に襲われて世を去り、彼の死によってダレイオスの計画もまた崩壊したからである。