§17.109.1ὁ δὲ Ἀλέξανδρος τῶν Ὀλυμπίων ὄντων ἐκήρυξεν ἐν Ὀλυμπίᾳ τοὺς φυγάδας πάντας εἰς τὰς πατρίδας κατιέναι πλὴν τῶν ἱεροσύλων καὶ φονέων.
アレクサンドロスは、オリンピア競技会が開催されている時に、神殿荒らしと殺人者を除くすべての追放者たちが祖国に帰還することをオリンピアにおいて布告した。
αὐτὸς δʼ ἐπιλέξας τοὺς πρεσβυτάτους τῶν πολιτῶν ἀπέλυσε τῆς στρατείας, ὄντας ὡς μυρίους.
また彼自身は、市民たちの中から最も年長者たちを選び出し、約一万人であった彼らを軍役から解放した。
§17.109.2πυνθανόμενος δὲ πολλοὺς αὐτῶν εἶναι καταδανείους ἐν ἡμέρᾳ μιᾷ τὰ δάνεια βραχὺ λείποντα τῶν μυρίων ταλάντων διέλυσεν.
そして彼らの多くが多額の負債を抱えていることを知ると、一日のうちに、一万タラントンにわずかに及ばないその負債を返済した。
τῶν δʼ ἀπολειπομένων Μακεδόνων ἀπειθούντων καὶ κατὰ τὴν ἐκκλησίαν καταβοώντων παροξυνθεὶς κατηγόρησεν αὐτῶν τεθαρρηκότως.
しかし、後に残されるマケドニア人たちが従わず、民会において不満を叫び立てたので、彼は激怒し、彼らを大胆に非難した。
καταπληξάμενος δὲ τὸ πλῆθος ἐτόλμησεν αὐτὸς καταβὰς ἀπὸ τοῦ βήματος τοὺς αἰτιωτάτους τῆς ταραχῆς ταῖς ἰδίαις χερσὶ παραδοῦναι τοῖς ὑπηρέταις πρὸς τὴν τιμωρίαν.
そして群衆を圧倒すると、自ら演壇から降りて、騒動の主謀者たちを自分の手で処罰のために従卒たちに引き渡すことまでした。
§17.109.3ἐπὶ πολὺ δὲ τῆς διαφορᾶς αὐξανομένης ὁ μὲν βασιλεὺς ἐκ τῶν ἐκλελεγμένων Περσῶν ἡγεμόνας κατέστησε καὶ τούτους προῆγεν ἐπὶ τὸ πρωτεῖον·
不和がさらに大きく募る中で、王は選抜されたペルシア人の中から指揮官たちを任命し、彼らを最優先の地位へと引き立てた。
οἱ δὲ Μακεδόνες μετανοήσαντες καὶ πολλὰ μετὰ δακρύων δεηθέντες μόγις ἔπεισαν τὸν Ἀλέξανδρον αὐτοῖς διαλλαγῆναι.
一方のマケドニア人たちは後悔し、涙ながらに何度も懇願して、ようやくアレクサンドロスを説得し、自分たちと和解させた。