§17.108.1κατὰ τοῦτον τὸν καιρὸν ἧκον εἰς τὰ Σοῦσα τρισμύριοι τῶν Περσῶν, νέοι μὲν παντελῶς ταῖς ἡλικίαις, ἐπιλελεγμένοι δὲ ταῖς τῶν σωμάτων εὐπρεπείαις τε καὶ ῥώμαις.
この時期に、スサに三万人のペルシア人がやって来たが、彼らは年齢的には全くの若者であり、肉体の美しさと強さによって選抜された者たちであった。
§17.108.2κατὰ δέ τινας ἐντολὰς τοῦ βασιλέως ἠθροισμένοι, χρόνον ἱκανὸν ἐπιστάτας καὶ διδασκάλους ἐσχηκότες τῶν πολεμικῶν ἔργων, πάντες δὲ Μακεδονικαῖς πανοπλίαις πολυτελῶς κεκοσμημένοι, παρεμβολὴν μὲν ἐποιήσαντο πρὸ τῆς πόλεως, ἐπιδειξάμενοι δὲ τῷ βασιλεῖ τὴν ἐν τοῖς ὅπλοις ἄσκησιν καὶ μελέτην ἐτιμήθησαν διαφερόντως.
彼らは王の何らかの命令に従って集められ、十分な期間、軍事技術の監督官や教師たちを持ち、全員がマケドニア式の武具で豪華に身を飾っており、都市の前に陣を敷いたが、王に武器の訓練と演習を披露して、並外れて重んじられた。
§17.108.3τῶν γὰρ Μακεδόνων πρὸς τὴν τοῦ Γάγγου ποταμοῦ διάβασιν ἀντειπόντων καὶ πολλάκις ἐν ταῖς ἐκκλησίαις καταβοώντων καὶ τὴν ἐξ Ἄμμωνος γένεσιν διασυρόντων τοῦτο τὸ σύστημα κατεσκεύασεν ἐκ μιᾶς μὲν ἡλικίας τῶν Περσῶν καὶ ὁμοίας συνεστηκός, δυνάμενον δὲ ἀντίταγμα γενέσθαι τῇ Μακεδονικῇ φάλαγγι.
というのも、マケドニア人たちがガンジス川の渡河に反対し、民会においてしばしば大声で不満を訴え、彼のアモン神からの血統を嘲笑していたため、彼は、ペルシア人の単一かつ同様の年齢層から構成され、マケドニアのファランクスへの対抗兵力となり得るこの部隊を組織したのである。
καὶ τὰ μὲν περὶ Ἀλέξανδρον ἐν τούτοις ἦν.
アレクサンドロスに関する状況はこのようであった。
§17.108.4Ἅρπαλος δὲ τῶν ἐν Βαβυλῶνι θησαυρῶν καὶ τῶν προσόδων τὴν φυλακὴν πεπιστευμένος, ἐπειδὴ τάχιστα ὁ βασιλεὺς εἰς τὴν Ἰνδικὴν ἐστράτευσεν, ἀπέγνω τὴν ἐπάνοδον αὐτοῦ, δοὺς δʼ ἑαυτὸν εἰς τρυφὴν καὶ πολλῆς χώρας ἀποδεδειγμένος σατράπης τὸ μὲν πρῶτον εἰς ὕβρεις γυναικῶν καὶ παρανόμους ἔρωτας βαρβάρων ἐξετράπη καὶ πολλὰ τῆς γάζης ἀκρατεστάταις ἡδοναῖς κατανάλωσεν, ἀπὸ δὲ τῆς Ἐρυθρᾶς θαλάσσης πολὺ διάστημα κομίζων ἰχθύων πλῆθος καὶ δίαιταν πολυδάπανον ἐνιστάμενος ἐβλασφημεῖτο.
バビロンにおける財宝と歳入の守護を委ねられていたハルパロスは、王がインドへの遠征に出発するやいなや、彼の帰還をあきらめ、自らを贅沢に委ね、また多くの地域のサトラップに任命されていたので、最初は女性たちへの不品行や異民族の者たちとの不法な愛欲に溺れ、財宝の多くをこの上なく節度のない快楽のために浪費し、さらに紅海から遠い距離を経て大量の魚を運ばせ、費用のかかる生活を始めたため、悪評を立てられた。
§17.108.5μετὰ δὲ ταῦτʼ ἐκ τῶν Ἀθηνῶν τὴν ἐπιφανεστάτην τῶν ἑταιρῶν ὄνομα Πυθονίκην μετεπέμψατο καὶ ζῶσάν τε αὐτὴν βασιλικαῖς δωρεαῖς ἐτίμησε καὶ μεταλλάξασαν ἔθαψε πολυτελῶς καὶ τάφον κατὰ τὴν Ἀττικὴν κατεσκεύασε πολυδάπανον.
この後、彼はアテナイからヘタイラの中で最も名高いピュトニケという名の女を呼び寄せ、彼女が生きている間は王者のような贈り物で重んじ、亡くなると手厚く葬り、アッティカ地方に莫大な費用をかけた墓を建設した。
§17.108.6μετὰ δὲ ταῦτα ἄλλην ἑταίραν Ἀττικὴν ὄνομα Γλυκέραν μεταπεμψάμενος ἐν ὑπερβαλλούσῃ τρυφῇ καὶ πολυδαπάνῳ διαιτήματι διεξῆγεν·
その後、彼は別のアッティカのヘタイラでグリケラという名の女を呼び寄せ、極度の贅沢と費用のかかる生活を送った。
εἰς δὲ τὰ παράλογα τῆς τύχης καταφυγὰς ποριζόμενος εὐεργέτει τὸν τῶν Ἀθηναίων δῆμον.
また、運命の予期せぬ変化に対する避難所を確保しようとして、アテナイの民衆に恩恵を施した。
τοῦ δὲ Ἀλεξάνδρου μετὰ τὴν ἐξ Ἰνδῶν ἐπάνοδον πολλοὺς τῶν σατραπῶν κατηγορηθέντας ἀνελόντος φοβηθεὶς τὴν τιμωρίαν καὶ συσκευασάμενος ἀργυρίου μὲν τάλαντα πεντακισχίλια, μισθοφόρους δʼ ἀθροίσας ἑξακισχιλίους ἀπῆρεν ἐκ τῆς Ἀσίας καὶ κατέπλευσεν εἰς τὴν Ἀττικήν.
しかし、アレクサンドロスがインドから帰還した後に告発された多くのサトラップを処刑したため、処罰を恐れ、五千タラントンの銀をかき集め、六千人の傭兵を集めてアジアを去り、アッティカへと船で向かった。
§17.108.7οὐδενὸς δὲ αὐτῷ προσέχοντος τοὺς μὲν μισθοφόρους ἀπέλιπε περὶ Ταίναρον τῆς Λακωνικῆς, αὐτὸς δὲ μέρος τῶν χρημάτων ἀναλαβὼν ἱκέτης ἐγένετο τοῦ δήμου.
しかし誰も彼に注意を払わなかったので、彼は傭兵たちをラコニア地方のタイナロンの周りに残し、自身は資金の一部を携えて民衆の懇願者となった。
ἐξαιτούμενος δὲ ὑπʼ Ἀντιπάτρου καὶ Ὀλυμπιάδος καὶ πολλὰ χρήματα διαδοὺς τοῖς ὑπὲρ αὐτοῦ δημηγοροῦσι ῥήτορσι διέδρα καὶ κατῆρεν εἰς Ταίναρον πρὸς τοὺς μισθοφόρους.
アンティパトロスとオリュンピアスから引き渡しを要求されたが、自分のために演説する弁論家たちに多額の資金を分配し、逃亡してタイナロンの傭兵たちのもとへ戻った。
§17.108.8ἐκεῖθεν δὲ πλεύσας εἰς Κρήτην ὑπὸ Θίβρωνος ἑνὸς τῶν φίλων ἐδολοφονήθη.
そこからクレタ島へ航行したが、彼の友人の一人であるティブロンによって暗殺された。
οἱ δʼ Ἀθηναῖοι τῶν τοῦ Ἁρπάλου χρημάτων λόγον ἀναζητοῦντες Δημοσθένην καὶ ἄλλους τινὰς τῶν ῥητόρων κατεδίκασαν ὡς εἰληφότας τῶν Ἁρπάλου χρημάτων.
アテナイ人たちはハルパロスの資金の使途を追及し、デモステネスや他の何人かの弁論家たちがハルパロスの資金を受け取ったとして有罪判決を下した。