§16.88.1οἱ δʼ Ἀθηναῖοι μετὰ τὴν ἧτταν Λυσικλέους μὲν τοῦ στρατηγοῦ θάνατον κατέγνωσαν Λυκούργου τοῦ ῥήτορος κατηγορήσαντος.
アテナイ人たちは敗北の後、将軍リュシクレスに対し、弁論家リュクルゴスが告発したことで、死刑を宣告した。
οὗτος γὰρ τῶν τότε ῥητόρων μέγιστον ἔχων ἀξίωμα καὶ δώδεκα μὲν ἔτη τὰς προσόδους τῆς πόλεως διοικήσας ἐπαινουμένως, βίον δʼ ἐζηκὼς ἐπʼ ἀρετῇ περιβόητον πικρότατος ἦν ἐν τοῖς λόγοις κατήγορος.
というのは、この男は当時の弁論家たちの中で最大の威信を保ち、12年間ポリスの歳入を称賛される形で管理し、その卓越性において広く知られた人生を送っていたが、その弁論においては極めて辛辣な告発者だったからである。
§16.88.2γνοίη δʼ ἄν τις αὐτοῦ τὴν ἐν τοῖς λόγοις ἀξίαν καὶ πικρίαν ἐν οἷς τοῦ Λυσικλέους κατηγορῶν λέγει, Ἐστρατήγεις, ὦ Λύσικλες, καὶ χιλίων μὲν πολιτῶν τετελευτηκότων, δισχιλίων δʼ αἰχμαλώτων γεγονότων, τροπαίου δὲ κατὰ τῆς πόλεως ἑστηκότος, τῆς δʼ Ἑλλάδος ἁπάσης δουλευούσης, καὶ τούτων ἁπάντων γεγενημένων σοῦ ἡγουμένου καὶ στρατηγοῦντος τολμᾷς ζῆν καὶ τὸ τοῦ ἡλίου φῶς ὁρᾶν καὶ εἰς τὴν ἀγορὰν ἐμβάλλειν, ὑπόμνημα γεγονὼς αἰσχύνης καὶ ὀνείδους τῇ πατρίδι.
彼の弁論における力量と辛辣さは、リュシクレスを告発して次のように述べている箇所から知ることができるだろう。 「リュシクレスよ、お前は将軍であった。 それなのに、千人の市民が死亡し、二千人が捕虜となり、ポリスに対する戦勝記念碑が建てられ、ギリシア全土が隷属させられており、しかもこれらすべてがお前の指揮と将軍職のもとで起こったというのに、お前は生きることを、そして太陽の光を見ることを、またアゴラに足を踏み入れることを敢えてするのか。 祖国に対する恥辱と不名誉の記念碑となっておきながら。
§16.88.3ἴδιον δέ τι συνέβη γενέσθαι κατὰ τοὺς ὑποκειμένους χρόνους.
」ところで、当該の時期において、ある特異なことが起こった。
καθʼ ὃν γὰρ καιρὸν ἡ περὶ τὴν Χαιρώνειαν ἐγένετο μάχη, ἑτέρα παράταξις συνέστη κατὰ τὴν Ἰταλίαν τῇ αὐτῇ ἡμέρᾳ καὶ ὥρᾳ διαπολεμούντων μὲν Ταραντίνων πρὸς Λευκανούς, συναγωνιζομένου δὲ τοῖς Ταραντίνοις Ἀρχιδάμου τοῦ Λακεδαιμονίων βασιλέως, ὅτε συνέβη καὶ αὐτὸν ἀναιρεθῆναι τὸν Ἀρχίδαμον.
というのは、カイロネイアをめぐる戦いが起こったまさにその時に、イタリアにおいて同じ日同じ時刻に、タラス人たちがレウカニア人たちと戦い抜き、ラケダイモン人の王アルキダモスがタラス人たちと共闘している中で、もう一つの会戦が生じ、その時にアルキダモス自身も討ち死にするということが起こったからである。
§16.88.4οὗτος μὲν οὖν ἦρξε τῶν Λακεδαιμονίων ἔτη εἴκοσι τρία, τὴν δὲ βασιλείαν διαδεξάμενος ὁ υἱὸς Ἄγις ἦρξεν ἔτη ἐννέα.
こうして彼は、ラケダイモン人を23年間支配し、王位を継承した息子のアギスは9年間支配した。
§16.88.5ἅμα δὲ τούτοις πραττομένοις Τιμόθεος ὁ τῆς Ἡρακλείας τῆς ἐν τῷ Πόντῳ τύραννος ἐτελεύτησε δυναστεύσας ἔτη πεντεκαίδεκα, τὴν δὲ τυραννίδα διαδεξάμενος ὁ ἀδελφὸς Διονύσιος ἦρξεν ἔτη δυσὶ πλείω τῶν τριάκοντα.
これらのことがなされていたのと同時に、ポントス地方のヘラクレアの僭主ティモテオスが、15年間支配したのちに死去し、僭主の地位を継承した弟のディオニュシオスは32年間支配した。