§16.79.1τῶν δὲ μισθοφόρων ἀσμένως τοὺς λόγους δεχομένων καὶ νεωτερίζειν ἐπιχειρούντων μόγις πολλὰ δεηθεὶς αὐτῶν ὁ Τιμολέων καὶ δωρεὰς ἐπαγγελλόμενος κατέπαυσε τὴν ταραχήν.
しかし傭兵たちがその言葉を喜んで受け入れ、反乱を企てようとしたので、ティモレオンは彼らに熱心に懇願し、褒賞を約束することによって、かろうじて混乱を鎮めた。
ὅμως δὲ τῷ Θρασίῳ χιλίων συνακολουθησάντων τὴν μὲν τούτων κόλασιν εἰς ἕτερον ἀνεβάλετο καιρόν, γράψας δὲ πρὸς τοὺς ἐν Συρακούσσαις φίλους προσδέξασθαι αὐτοὺς φιλοφρόνως καὶ τοὺς μισθοὺς ἀποδοῦναι τὴν μὲν ταραχὴν πᾶσαν εἰς τέλος κατέσβεσε, τῶν δʼ ἀπειθησάντων ἀφείλατο τὴν ἐκ τῆς νίκης εὐδοξίαν.
しかしながら、タラシオスに一千人が付き従ったので、彼らに対する処罰は別の機会に延期し、シュラクサイの友人たちに、彼らを親切に迎え入れて給与を支払うようにと手紙を書くことで、混乱をすべて最終的に鎮め、従わなかった者たちから勝利による栄誉を奪い去った。
§16.79.2αὐτὸς δὲ τοὺς ἄλλους ταῖς φιλανθρώποις ἐντεύξεσιν εἰς τὴν προϋπάρχουσαν εὔνοιαν ἀποκαταστήσας προῆγεν ἐπὶ τοὺς πολεμίους οὐ μακρὰν στρατοπεδεύοντας.
彼自身は、残りの兵士たちを温和な語りかけによって以前の好意的な態度に立ち返らせ、遠くない場所に陣を敷いている敵に向かって前進した。
συναγαγὼν δʼ εἰς τὴν ἐκκλησίαν τοὺς στρατιώτας καὶ διὰ τῶν λόγων θάρσος παραστήσας τοῖς πλήθεσι διῆλθε μὲν τὴν τῶν Φοινίκων ἀνανδρίαν, ὑπέμνησε δὲ τῆς Γέλωνος εὐημερίας.
そして兵士たちを民会に召集し、言葉によって群衆に勇気を与え、フェニキア人たちの臆病さを詳述し、ゲロンの勝利を思い出させた。
§16.79.3πάντων δὲ καθάπερ τινὶ μιᾷ φωνῇ βοώντων ἐπιθέσθαι τοῖς βαρβάροις καὶ κατάρχεσθαι τῆς μάχης, κατὰ τύχην ὑποζυγίων σέλινα κομιζόντων εἰς τὰς στιβάδας ὁ Τιμολέων ἔφη δέχεσθαι τὸν οἰωνὸν τῆς νίκης·
全員があたかも一つの声であるかのように、バルバロイを攻撃して戦いを始めるよう叫んだが、そのとき偶然にも、荷獣たちが兵士の寝床の敷物のためにセリを運んできたので、ティモレオンはこれを勝利の吉兆として受け入れると言った。
τὸν γὰρ Ἰσθμιακὸν στέφανον ἐκ σελίνου συνίστασθαι.
というのも、イストミアの冠はセリで作られているからである。
§16.79.4οἱ δὲ στρατιῶται παραγγείλαντος τοῦ Τιμολέοντος ἐκ τῶν σελίνων πλέξαντες στεφάνους καὶ ταῖς κεφαλαῖς περιθέντες προῆγον μετὰ χαρᾶς, ὡς τῶν θεῶν προσημαινόντων αὐτοῖς τὴν νίκην·
兵士たちは、ティモレオンが命ずると、セリで冠を編んで頭に載せ、神々が自分たちに勝利をあらかじめ示してくれているかのように、喜びとともに前進した。
ὅπερ καὶ συνέβη γενέσθαι·
そして、まさにその通りのことが起こったのである。
§16.79.5περιεγένοντο γὰρ ἀνελπίστως τῶν πολεμίων οὐ μόνον διὰ τὰς ἰδίας ἀνδραγαθίας, ἀλλὰ καὶ διὰ τὴν τῶν θεῶν συνεργίαν.
というのも彼らは、自分たちの勇気だけでなく、神々の助けによっても、思いがけず敵に勝利したからである。
ὁ μὲν γὰρ Τιμολέων ἐκτάξας τὴν δύναμιν κατέβαινεν ἀπό τινων λόφων ἐπὶ τὸν Κρίμισον ποταμὸν καὶ μυρίων ἤδη διαβεβηκότων ἐξ ἐφόδου τούτοις ἐπέρραξε, τεταγμένος αὐτὸς ἐπὶ μέσης τῆς φάλαγγος.
ティモレオンは軍勢を整列させ、いくつかの丘からクリミソス川へと下っていき、すでに川を渡っていた一万の敵に対して直ちに襲いかかり、自らはファランクスの中央に位置した。
§16.79.6γενομένης δὲ μάχης καρτερᾶς καὶ τῶν Ἑλλήνων ὑπερεχόντων ταῖς τε ἀρεταῖς καὶ ταῖς εὐχειρίαις πολὺς ἐγίνετο φόνος τῶν βαρβάρων.
激しい戦闘が始まり、ギリシア人たちがその卓越した勇気と戦技によって圧倒したので、バルバロイの夥しい討ち死にが生じた。
ἤδη δὲ φευγόντων τῶν διαβεβηκότων ἡ πᾶσα δύναμις τῶν Καρχηδονίων περαιωθεῖσα τὸ ῥεῖθρον διωρθώσατο τὴν τῶν ἰδίων ἧτταν.
すでに川を渡っていた者たちが逃走していたとき、カルタゴ人の全軍が川を渡り切り、味方の敗北を立て直した。