Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §16.76.1-16.76.6

ペリントスの抵抗とフィリッポスのビュザンティオン急襲

584 / 723 箇所 · ギリシア語

要旨

ペリントスの劇場型地形と強固な住宅がフィリッポスの攻撃を防いだこと、彼が軍を二分してビュザンティオンを急襲したこと、そして歴史家エポロスの叙述の終了とディウロスによる継続が語られる。

§16.76.1συνεβάλλετο δὲ τοῖς πολιορκουμένοις ἡ φύσις τῆς πόλεως πολλὰ πρὸς τὴν ὑπὲρ τῶν ὅλων νίκην.
被包囲者たちにとっては、その都市の自然地形が全体の勝利に向けて大いに貢献した。
ἡ γὰρ Πέρινθος κεῖται μὲν παρὰ θάλατταν ἐπί τινος αὐχένος ὑψηλοῦ χερρονήσου σταδιαῖον ἐχούσης τὸν αὐχένα, τὰς δʼ οἰκίας ἔχει πεπυκνωμένας καὶ τοῖς ὕψεσι διαφερούσας.
というのも、ペリントスは、一スタディオンの幅の地峡を持つ半島の、高き地峡の上の、海沿いに位置しており、しかも家々が密集して建ち並び、その高さが際立っているからである。
§16.76.2αὗται δὲ ταῖς οἰκοδομαῖς αἰεὶ κατὰ τὴν εἰς τὸν λόφον ἀνάβασιν ἀλλήλων ὑπερέχουσι καὶ τὸ σχῆμα τῆς ὅλης πόλεως θεατροειδὲς ἀποτελοῦσι.
そしてこれら[の家々]は、その建築において丘へと登る道に沿って常に互いの上にそびえ立ち、都市全体の形を劇場のような形に作り上げている。
διόπερ τῶν τειχῶν συνεχῶς καταβαλλομένων οὐδὲν ἠλαττοῦντο·
それゆえ、城壁が絶えず崩されても、彼らは少しも不利にならなかった。
διοικοδομοῦντες γὰρ τοὺς στενωποὺς ταῖς αἰεὶ κατωτάταις οἰκίαις ὥσπερ ὀχυροῖς τισι τείχεσιν ἐχρῶντο.
というのも、彼らは路地を壁で塞ぎ、常に最下層にある家々を、まるである種の堅固な城壁のように用いたからである。
§16.76.3διόπερ ὁ Φίλιππος μετὰ πολλῶν πόνων καὶ κινδύνων τοῦ τείχους κρατήσας ἰσχυρότερον εὕρισκε τὸ τεῖχος τὸ διὰ τῶν οἰκιῶν αὐτομάτως ἡτοιμασμένον.
それゆえフィリッポスは、多大の苦労と危険の末に城壁を制圧したものの、家々によって自然に用意された[第二の]城壁が、より強固であることを見出した。
πρὸς δὲ τούτοις ἐκ τοῦ Βυζαντίου πάντων τῶν πρὸς τὸν πόλεμον χρησίμων ἑτοίμως χορηγουμένων ἐμέρισε τὰς δυνάμεις εἰς δύο μέρη καὶ τοὺς μὲν ἡμίσεις τῶν στρατιωτῶν ἀπέλιπεν ἐπὶ τῆς πολιορκίας, ἐπιστήσας αὐτοῖς τοὺς ἀρίστους ἡγεμόνας, τοὺς δʼ ἄλλους παραλαβὼν αὐτὸς προσέπεσεν ἄφνω τῷ Βυζαντίῳ καὶ πολιορκίαν ἰσχυρὰν συνεστήσατο.
その上さらに、ビュザンティオンから戦争に役立つあらゆる物資が速やかに供給されていたため、彼は軍勢を二つの部分に分け、兵士の半分を包囲戦に残し、彼らに最も優れた指揮官たちを配置したが、自身は他の兵を率いて突如ビュザンティオンを急襲し、強力な包囲戦を開始した。
§16.76.4οἱ δὲ Βυζάντιοι τῶν τε στρατιωτῶν καὶ τῶν βελῶν καὶ τῶν ἄλλων τῶν χρησίμων παρὰ τοῖς Περινθίοις ὄντων εἰς πολλὴν ἐνέπιπτον ἀμηχανίαν.
一方、ビュザンティオン人たちは、兵士も矢弾もその他の役立つ物資もペリントス人のもとにあるため、大いなる困惑に陥った。
καὶ τὰ μὲν περὶ Περινθίους καὶ Βυζαντίους ἐν τούτοις ἦν.
さて、ペリントス人とビュザンティオン人を巡る状況は、このような状態にあった。
§16.76.5τῶν δὲ συγγραφέων Ἔφορος μὲν ὁ Κυμαῖος τὴν ἱστορίαν ἐνθάδε κατέστροφεν εἰς τὴν Περίνθου πολιορκίαν·
歴史家たちのうち、キュメのエポロスは、ここで、すなわちペリントスの包囲戦をもってその歴史を終えている。
περιείληφε δὲ τῇ γραφῇ πράξεις τάς τε τῶν Ἑλλήνων καὶ βαρβάρων ἀρξάμενος ἀπὸ τῆς τῶν Ἡρακλειδῶν καθόδου·
彼は、ヘラクレイダイの帰還から始めて、ギリシア人とバルバロイ双方の事績を著作に包括した。
χρόνον δὲ περιέλαβε ἐτῶν σχεδὸν ἑπτακοσίων καὶ πεντήκοντα καὶ βύβλους γέγραφε τριάκοντα, προοίμιον ἑκάστῃ προθείς.
また、ほぼ七百五十年にわたる期間を包括し、三十巻を執筆して、各巻に序文を付した。
§16.76.6Δίυλλος δʼ ὁ Ἀθηναῖος τῆς δευτέρας συντάξεως ἀρχὴν πεποίηται τῆς Ἐφόρου ἱστορίας τὴν τελευτὴν καὶ τὰς ἑξῆς πράξεις συνείρει τάς τε τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων μέχρι τῆς Φιλίππου τελευτῆς.
一方、アテナイのディウロスは、エポロスの歴史の終結を自身の第二部の開始とし、それに続くギリシア人とバルバロイ双方の事績を、フィリッポスの死に至るまで書き連ねている。

語釈・文法注

  1. 16.76.1σταδιαῖον ἐχούσης τὸν αὐχένα — 現在分詞 `ἐχούσης` は属格名詞 `χερρονήσου` を修飾する。`τὸν αὐχένα` が分詞の直接目的語であり、`σταδιαῖον`(1スタディオンの幅の)はその対格の述語形容詞として機能している。
  2. 16.76.2ταῖς αἰεὶ κατωτάταις οἰκίαις ὥσπερ ὀχυροῖς τισι τείχεσιν ἐχρῶντο — 動詞 `χράομαι`(`ἐχρῶντο`)は与格を目的語に取る。ここでは `ταῖς... οἰκίαις` が与格目的語であり、`ὥσπερ ὀχυροῖς τισι τείχεσιν`(まるである種の堅固な城壁のように)がその目的語に対する与格の補語として機能している。
  3. 16.76.6τῆς δευτέρας συντάξεως ἀρχὴν πεποίηται τῆς Ἐφόρου ἱστορίας τὴν τελευτὴν — 文の骨格は `πεποίηται τὴν τελευτὴν ἀρχήν`(終末を始まりとした)である。2つの属格句がそれぞれの被修飾語に交錯する形で配置されている。`τῆς δευτέρας συντάξεως`(第二部の)は `ἀρχήν`(始まり)に係り、`τῆς Ἐφόρου ἱστορίας`(エポロスの歴史の)は `τὴν τελευτήν`(終末)に係っている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §16.76.1-16.76.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.76.1-16.76.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。