Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §16.75.1-16.75.4

ペルシアとビュザンティオンのペリントス救援

583 / 723 箇所 · ギリシア語

要旨

ペリントス包囲戦が長期化し陥落寸前となる中、ペルシア王がサトラップに命じてペリントスを支援させ、ビュザンティオンの援軍も加わって激しい接近戦が繰り広げられる。

§16.75.1τῆς δὲ πολιορκίας πολυχρονίου γινομένης καὶ τῶν κατὰ τὴν πόλιν πολλῶν μὲν ἀναιρουμένων, οὐκ ὀλίγων δὲ τραυματιζομένων, τῶν δʼ ἐπιτηδείων ἐκλειπόντων προσδόκιμος ἦν ἡ τῆς πόλεως ἅλωσις.
包囲戦が長期化し、市内で多くの者が殺され、少なくない者が負傷し、食糧などの必需品が底を突きかけたため、都市の陥落は目に見えていた。
οὐ μὴν ἡ τύχη γε περιεῖδε τὴν τῶν κινδυνευόντων σωτηρίαν, ἀλλὰ παράδοξον αὐτοῖς κατεσκεύασε βοήθειαν.
しかし、運命は危険に晒されている人々を見捨てることはなく、彼らに思いがけない助けをもたらした。
τῆς γὰρ τοῦ βασιλέως αὐξήσεως διαβεβοημένης κατὰ τὴν Ἀσίαν ὁ βασιλεὺς ὑφορώμενος τὴν τοῦ Φιλίππου δύναμιν ἔγραψε πρὸς τοὺς ἐπὶ θαλάττῃ σατράπας βοηθεῖν Περινθίοις παντὶ σθένει.
というのも、王の台頭がアジアでも広く知れ渡ったため、王はフィリッポスの勢力を警戒し、沿岸のサトラップたちに対し、総力を挙げてペリントス人を支援するよう書簡を送ったからである。
§16.75.2διόπερ οἱ σατράπαι συμφρονήσαντες ἐξέπεμψαν εἰς τὴν Πέρινθον μισθοφόρων πλῆθος καὶ χρήματα δαψιλῆ καὶ σῖτον ἱκανὸν καὶ βέλη καὶ τἄλλα πάντα πρὸς τὴν τοῦ πολέμου χρείαν.
それゆえ、サトラップたちは合議して、多数の傭兵、豊富な資金、十分な食糧、矢弾、その他戦争に必要なすべてのものをペリントスへと派遣した。
ὁμοίως δὲ καὶ Βυζάντιοι τοὺς ἀρίστους τῶν παρʼ ἑαυτοῖς ἡγεμόνων καὶ στρατιωτῶν ἐξαπέστειλαν.
同様に、ビュザンティオン人も自国で最も優れた将兵を送り出した。
ἐφαμίλλων δὲ τῶν δυνάμεων γενομένων καὶ τοῦ πολέμου καινοποιηθέντος πάλιν ἡ πολιορκία φιλοτιμίαν ἐλάμβανεν ἀνυπέρβλητον.
両軍の勢力が拮抗し、戦闘が刷新されたことで、包囲戦は再び比類なき激しさを帯びるようになった。
§16.75.3ὁ μὲν γὰρ Φίλιππος τοῖς κριοῖς τύπτων τὰ τείχη συνεχῶς κατέβαλλε καὶ διὰ τῶν ὀξυβελῶν ἀνείργων τοὺς ἐπὶ τῶν ἐπάλξεων ἅμα μὲν διὰ τῶν πεπτωκότων τειχῶν ἀθρόως τοῖς στρατιώταις εἰσέπιπτεν, ἅμα δὲ διὰ τῶν κλιμάκων πρὸς τὰ γεγυμνωμένα τῶν τειχῶν προσέβαινε·
フィリッポスは破城槌で城壁を絶えず打って崩落させ、矢弾発射機によって矢狭間にいる者たちを退け、一方で崩壊した城壁から兵士たちを一斉に突入させ、他方で梯子を用いて守備兵のいなくなった城壁へと登らせた。
διὸ καὶ τῆς μάχης ἐκ χειρὸς οὔσης οἱ μὲν ἀπέθνησκον, οἱ δὲ τραύμασι πολλοῖς περιέπιπτον.
そのため、戦闘は接近戦となり、ある者は死に、ある者は多くの傷を負った。
τὰ δὲ τῆς νίκης ἔπαθλα προεκαλεῖτο τὰς τῶν ἀγωνιζομένων ἀνδραγαθίας·
そして勝利の恩賞が、戦う者たちの勇気を呼び起こした。
§16.75.4οἱ μὲν γὰρ Μακεδόνες ἐλπίζοντες εὐδαίμονα πόλιν διαρπάσειν καὶ δωρεαῖς ὑπὸ τοῦ Φιλίππου τιμηθήσεσθαι διὰ τὴν τοῦ λυσιτελοῦς ἐλπίδα τοῖς δεινοῖς ἐνεκαρτέρουν, οἱ δὲ πολιορκούμενοι τὰ τῆς ἁλώσεως δεινὰ πρὸ ὀφθαλμῶν ἔχοντες ὑπέμενον εὐψύχως τὸν ὑπὲρ τῆς σωτηρίας κίνδυνον.
マケドニア人たちは、豊かな都市を略奪し、フィリッポスから恩賞を与えられて報われることを期待し、利益の望みゆえに凄惨な戦闘に耐え抜いた。 一方、包囲されている人々は、都市陥落の惨劇を目の当たりに描きつつ、生存をかけた危険を勇敢に耐え忍んだ。

語釈・文法注

  1. 16.75.1τοῦ βασιλέως ... ὁ βασιλεὺς — 一文の中に現れる二つの「王」は異なる人物を指す。最初の `τῆς γὰρ τοῦ βασιλέως αὐξήσεως` の `βασιλεύς` はマケドニアのフィリッポス2世を指し、後半の `ὁ βασιλεὺς` はペルシアの王(アルタクセルクセス3世)を指す。
  2. 16.75.1τῆς δὲ πολιορκίας πολυχρονίου γινομένης ... τῶν δʼ ἐπιτηδείων ἐκλειπόντων — 複数の属格絶対構文が並列されて主節 `προσδόκιμος ἦν ἡ τῆς πόλεως ἅλωσις`(都市の陥落が予想された)の原因・状況を形成している。
  3. 16.75.3τῆς μάχης ἐκ χειρὸς οὔσης — `ἐκ χειρός` は「手から手へ」転じて「接近戦の」「白兵戦の」を意味するイディオム。ここでは分詞 `οὔσης` を伴って「戦闘が接近戦となったため」という原因を表す属格絶対構文をなしている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §16.75.1-16.75.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.75.1-16.75.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。