§16.73.1ἀπορούμενος δὲ χρημάτων εἰς τὰς τῶν ξένων μισθοδοσίας ἐξαπέστειλε στρατιώτας χιλίους μετὰ τῶν ἀξιολογωτάτων ἡγεμόνων εἰς τὴν τῶν Καρχηδονίων ἐπικράτειαν.
そして、傭兵たちの給与支払いのための資金に困窮していたので、ティモレオンは最も著名な将軍たちとともに、一千人の兵士をカルタゴ人の支配領域へと派遣した。
οὗτοι δὲ πολλὴν χώραν πορθήσαντες καὶ λαφύρων πλῆθος κομίσαντες παρέδωκαν τῷ Τιμολέοντι.
彼らは多くの土地を略奪し、大量の戦利品を持ち帰ってティモレオンに引き渡した。
ὁ δὲ λαφυροπωλήσας τὴν λείαν καὶ χρημάτων πλῆθος ἀθροίσας ἔδωκε τοῖς μισθοφόροις εἰς πλείω χρόνον τοὺς μισθούς.
一方、彼はその戦利品を競売にかけ、多額の資金を集めると、傭兵たちに長期にわたる給与を支払った。
§16.73.2ἐκράτησε δὲ καὶ τῆς Ἐντέλλης καὶ τοὺς τὰ Καρχηδονίων μάλιστα φρονοῦντας πεντεκαίδεκα θανατώσας τοῖς ἄλλοις ἀπένειμε τὴν ἐλευθερίαν.
また彼はエンテラをも支配下に置き、カルタゴの側を強く支持していた十五人を死刑に処したのち、他の住民たちに自由を与えた。
τοῦ δὲ Τιμολέοντος αὐξομένου τῇ τε δυνάμει καὶ τῇ κατὰ τὴν στρατηγίαν δόξῃ αἱ μὲν Ἑλληνίδες πόλεις αἱ κατὰ τὴν Σικελίαν ἅπασαι προθύμως ὑπετάγησαν τῷ Τιμολέοντι διὰ τὸ πάσαις τὰς αὐτονομίας ἀποδιδόναι, τῶν δὲ Σικελῶν καὶ Σικανῶν καὶ τῶν ἄλλων τῶν ὑπὸ τοὺς Καρχηδονίους τεταγμένων πολλαὶ διεπρεσβεύοντο πόλεις, σπεύδουσαι παραληφθῆναι πρὸς τὴν συμμαχίαν.
ティモレオンが力においても将帥としての名声においても増大するにつれて、シケリアにあるすべてのギリシア人の都市は、彼がすべての都市に自治権を返還していたがゆえに、自ら進んでティモレオンに従った。 一方で、シケロス人やシカノス人、およびカルタゴ人の支配下にあったその他の者たちの多くの都市が、同盟への受け入れを急ぎ望んで、使節を送ってきた。
§16.73.3Καρχηδόνιοι δὲ τοὺς κατὰ τὴν Σικελίαν στρατηγοὺς ὁρῶντες ἀγεννῶς τὸν πόλεμον διοικοῦντας ἔκριναν ἑτέρους ἀποστέλλειν μετὰ δυνάμεων μεγάλων.
しかしカルタゴ人たちは、シケリアの将軍たちが不甲斐なく戦争を遂行しているのを見て、大軍とともに別の者たちを派遣することを決意した。
εὐθὺς οὖν τῶν πολιτῶν κατέλεγον τοὺς ἀρίστους εἰς τὴν στρατείαν καὶ τῶν Λιβύων τοὺς εὐθέτους ἐστρατολόγουν, χωρὶς δὲ τούτων προχειρισάμενοι χρημάτων πλῆθος μισθοφόρους ἐξενολόγουν Ἴβηρας καὶ Κελτοὺς καὶ Λίγυας·
そこで直ちに、市民の中から最精鋭の人々を軍隊に徴募し、リビア人の中から適任な者たちを兵士として登録した。 そしてこれらとは別に、多額の資金を用意して、イベリア人、ケルト人、リグリア人の傭兵を募った。
ἐναυπηγοῦντο δὲ καὶ ναῦς μακρὰς καὶ φορτηγοὺς πολλὰς ἤθροιζον καὶ τὴν ἄλλην παρασκευὴν ἀνυπέρβλητον ἐποιοῦντο.
また彼らは軍船をも建造し、多くの輸送船を集め、その他の軍備を比類なきものにした。