§16.71.1κατὰ δὲ τὴν Μακεδονίαν Φίλιππος τὰς ἐπὶ Θρᾴκῃ πόλεις Ἑλληνίδας εἰς εὔνοιαν προκαλεσόμενος ἐστράτευσεν ἐπὶ Θρᾴκην.
マケドニアにおいては、フィリッポスがトラキアに隣接するギリシア人の都市を友好関係に引き入れようとして、トラキアへと遠征した。
Κερσοβλέπτης γὰρ ὁ βασιλεὺς τῶν Θρᾳκῶν διετέλει τὰς ἐφʼ Ἑλλησπόντῳ πόλεις ὁμορούσας τῇ Θρᾴκῃ καταστρεφόμενος καὶ τὴν χώραν καταφθείρων.
なぜなら、トラキア人の王ケルソブレプテスが、トラキアに隣接するヘレスポントス沿いの都市を征服し、その領土を荒らし続けていたからである。
§16.71.2βουλόμενος οὖν ἐμφράξαι τῶν βαρβάρων τὴν ὁρμὴν ἐστράτευσεν ἐπʼ αὐτοὺς σὺν πολλῇ δυνάμει.
それゆえ、フィリッポスはバルバロイの進撃を阻止したいと考え、大軍を率いて彼らに対して遠征した。
νικήσας δὲ πλείοσι μάχαις τοὺς Θρᾷκας τοῖς μὲν καταπολεμηθεῖσι βαρβάροις προσέταξε δεκάτας τελεῖν τοῖς Μακεδόσιν, αὐτὸς δʼ ἐν τοῖς ἐπικαίροις τόποις κτίσας ἀξιολόγους πόλεις ἔπαυσε τοῦ θράσους τοὺς Θρᾷκας.
そして複数の戦いでトラキア人を破ると、征服されたバルバロイに対して、マケドニア人に十分の一税を支払うよう命じた。 さらに彼自身は要衝の地に重要な都市を建設し、トラキア人の不遜な振る舞いを止めさせた。
διόπερ αἱ τῶν Ἑλλήνων πόλεις ἀπολυθεῖσαι τῶν φόβων εἰς τὴν συμμαχίαν τοῦ Φιλίππου προθυμότατα κατετάχθησαν.
そのため、恐怖から解放されたギリシア人の都市は、極めて熱心にフィリッポスの同盟へと加わった。
§16.71.3τῶν δὲ συγγραφέων Θεόπομπος ὁ Χῖος ἐν τῇ τῶν Φιλιππικῶν ἱστορίᾳ κατέταξε τρεῖς βύβλους περιεχούσας Σικελικὰς πράξεις·
歴史家たちのうち、キオスのテオポンポスは『フィリッポス史』の中に、シケリアの出来事を収めた三巻を配した。
ἀρξάμενος δὲ ἀπὸ τῆς Διονυσίου τοῦ πρεσβυτέρου τυραννίδος διῆλθε χρόνον ἐτῶν πεντήκοντα καὶ κατέστρεψεν εἰς τὴν ἔκπτωσιν Διονυσίου τοῦ νεωτέρου.
彼は大ディオニュシオスの僭主政治から始めて五十年の期間を叙述し、小ディオニュシオスの追放をもって叙述を終えた。
εἰσὶ δὲ αἱ βύβλοι τρεῖς, ἀπὸ τῆς μιᾶς τεσσαρακοστῆς ἄχρι τῆς τρίτης καὶ τεσσαρακοστῆς.
この三巻とは、第四十一巻から第四十三巻までである。