§16.70.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Πυθοδότου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Πλαύτιον καὶ Τίτον Μάλλιον.
アテナイでピュトドトスがアルコンであった時、ローマ人はガイウス・プラウティウスとティトゥス・マニリウスを執政官に任命した。
ἐπὶ δὲ τούτων Τιμολέων καταπληξάμενος Διονύσιον τὸν τύραννον ἔπεισεν αὐτὸν παραδοῦναι τὴν ἀκρόπολιν καὶ τὴν ἀρχὴν ἀποθέμενον ἀπελθεῖν εἰς Πελοπόννησον ὑπόσπονδον, ἔχοντα τὰ ἴδια χρήματα.
これらの者の時に、ティモレオンは僭主ディオニュシオスを震え上がらせて、アクロポリスを明け渡させ、支配権を放棄したうえで、協定に基づいて自身の財産を携えてペロポネソスへと立ち去るよう彼を説得した。
§16.70.2οὗτος μὲν οὖν διʼ ἀνανδρίαν καὶ ταπεινότητα ψυχῆς τήν τε περιβόητον τυραννίδα καὶ δεδεμένην, ὡς ἔφασαν, ἀδάμαντι τὸν εἰρημένον τρόπον ἀπέλιπε καὶ κατεβίωσεν ἀπορούμενος ἐν Κορίνθῳ, τὸν δʼ ἴδιον βίον καὶ τὴν μεταβολὴν ἔσχε παράδειγμα τοῖς καυχωμένοις ἀφρόνως ἐπὶ ταῖς εὐτυχίαις·
こうしてディオニュシオスは、卑屈さと精神の卑しさのゆえに、かつて言われたような「金剛石で縛られた」あの有名な僭主の地位を上述の仕方で放棄し、コリントスで貧困のうちに余生を送った。 そして彼自身の生涯とその転変は、幸運に恵まれて愚かにも自慢する者たちへの見本となった。
§16.70.3ὁ γὰρ ἔχων τετρακοσίας τριήρεις μετʼ ὀλίγον ἐν μικρῷ στρογγύλῳ πλοίῳ κατέπλευσεν εἰς τὴν Κόρινθον, περίβλεπτον ἔχων τὴν τῆς μεταβολῆς ὑπερβολήν.
というのも、四百隻の三段櫂船を擁していた者が、しばらくのちに一隻の小さな商船でコリントスに入港したからであり、その転変の極端さは誰もが注視するものとなった。
§16.70.4Τιμολέων δὲ παραλαβὼν τὴν Νῆσον καὶ φρούρια τὰ τῷ Διονυσίῳ πρότερον ὑπακούοντα τὰς μὲν κατὰ τὴν Νῆσον ἀκροπόλεις καὶ τὰ τυραννεῖα κατέσκαψε, τοῖς δὲ φρουρίοις ἀπέδωκε τὴν ἐλευθερίαν.
ティモレオンは島と、かつてディオニュシオスに従属していた諸砦を接収すると、島にあった城塞や僭主の宮殿を打ち壊し、諸砦には自由を返還した。
§16.70.5εὐθὺς δὲ καὶ νομογραφεῖν ἤρξατο, τιθεὶς δημοκρατικοὺς νόμους καὶ τὰ περὶ τῶν ἰδιωτικῶν συμβολαίων δίκαια καὶ τἄλλα πάντα ἀκριβῶς διέταξε, πλείστην φροντίδα τῆς ἰσότητος ποιούμενος.
さらに彼は直ちに法の制定にも着手し、民主的な法律を制定し、私的契約に関する法制度や他のすべての事柄を厳密に整え、平等の実現に細心の注意を払った。
§16.70.6κατέστησε δὲ καὶ τὴν κατʼ ἐνιαυτὸν ἐντιμοτάτην ἀρχήν, ἣν ἀμφιπολίαν Διὸς Ὀλυμπίου καλοῦσιν Συρακόσιοι·
また彼は、シラクーサ人が「オリンポスのゼウスのアンフィポリア(神官職)」と呼ぶ、年次の最も名誉ある官職を制定した。
καὶ ᾑρέθη πρῶτος ἀμφίπολος Διὸς Ὀλυμπίου Καλλιμένης Ἀλκάδα καὶ τὸ λοιπὸν διετέλεσαν οἱ Συρακόσιοι τοὺς ἐνιαυτοὺς ἐπιγράφοντες τούτοις τοῖς ἄρχουσι μέχρι τῶνδε τῶν ἱστοριῶν γραφομένων καὶ τῆς κατὰ τὴν πολιτείαν ἀλλαγῆς·
そして最初のオリンポスのゼウスのアンフィポロスとしてアルカダスの子カリメネスが選ばれ、それ以後シラクーサ人は、この歴史書が執筆されている現代、および国制の変革に至るまで、これらの執政官の名によって年を記録し続けた。
τῶν γὰρ Ῥωμαίων μεταδόντων τοῖς Σικελιώταις τῆς πολιτείας ἡ τῶν ἀμφιπόλων ἀρχὴ ἐταπεινώθη, διαμείνασα ἔτη πλείω τῶν τριακοσίων.
というのも、ローマ人がシケリア人に市民権を分かつと、アンフィポロスの官職は重要性を失ったが、それでも三百年以上存続したからである。
καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν.
こうしてシチリアに関する事柄はこの状態にあった。