§16.33.1ἐπῆρε δʼ αὐτὸν πρὸς τὴν ὑπόστασιν ταύτην ὄνειρος ἔμφασιν διδοὺς μεγάλης αὐξήσεώς τε καὶ δόξης·
また、彼をこの企てへと駆り立てたのは、大きな成長と名声の予兆を示す夢であった。
κατὰ γὰρ τὸν ὕπνον ἔδοξε τὸν κολοττὸν τὸν χαλκοῦν, ὃν ἀνέθηκαν ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλωνος οἱ Ἀμφικτύονες, ἀναπλάττειν εἰς ὕψος ταῖς ἰδίαις χερσὶ καὶ ποιῆσαι πολὺ μείζονα.
というのも、眠っている間に、隣隣同盟がアポロンの神殿に奉納した青銅の巨像を、彼が自らの手でより高く作り直し、はるかに大きくしているように思われたからである。
ὑπέλαβεν οὖν αὐτῷ σημαίνεσθαι παρὰ τῶν θεῶν αὔξησιν δόξης ἔσεσθαι διὰ τῆς αὑτοῦ στρατηγίας·
そこで彼は、神々から、自身の将軍職を通じて名声が向上することが示されているのだと受け取った。
τὸ δʼ ἀληθὲς οὐχ οὕτως εἶχε, τοὐναντίον δὲ παρεσημαίνετο·
しかし事実はそうではなく、それとは正反対のことが予示されていたのである。
διὰ τὸ τοὺς Ἀμφικτύονας ἐκ τοῦ ζημιώματος ἀναθεῖναι, τῶν Φωκέων εἰς τὸ ἱερὸν παρανομησάντων καὶ διὰ τοῦτο ζημιωθέντων ἐσημαίνετο ἡ ζημία τῶν Φωκέων αὔξησιν ἀπολήψεσθαι ταῖς τοῦ Ὀνομάρχου χερσίν·
すなわち、隣隣同盟がその罰金から巨像を奉納したのであり、フォキス人たちが神殿に対して違法行為を働き、そのために罰金を科されていたことから、フォキス人の罰金がオノマルコスの手によって増大することを受け入れる、ということが示されていたのである。
ὅπερ καὶ συνέβη γενέσθαι.
そして実際にその通りになった。
§16.33.2ὁ δʼ οὖν Ὀνόμαρχος στρατηγὸς αὐτοκράτωρ ᾑρημένος ἐκ μὲν τοῦ χαλκοῦ καὶ σιδήρου κατεσκεύασεν ὅπλων πλῆθος, ἐκ δὲ τοῦ ἀργυρίου καὶ χρυσίου νόμισμα κόψας ταῖς τε συμμαχούσαις πόλεσι διεδίδου καὶ μάλιστα τοὺς προεστηκότας ἐδωροδόκει.
ともあれ、全権をもつ将軍に選ばれたオノマルコスは、青銅と鉄から大量の武器を製造し、また銀と金から貨幣を鋳造して、同盟都市に分配するとともに、とりわけその指導者たちを賄賂で買収した。
διέφθειρε δὲ καὶ τῶν πολεμίων πολλούς, οὓς μὲν συμμαχεῖν πείθων, οὓς δὲ τὴν ἡσυχίαν ἔχειν ἀξιῶν.
また、敵の中からも多くの者を抱き込み、ある者たちには同盟を結ぶよう説得し、他の者たちには中立を保つよう要求した。
§16.33.3πάντα δὲ ῥᾳδίως ἐπετέλει διὰ τὴν τῶν ἀνθρώπων φιλαργυρίαν·
人間の金銭欲のゆえに、彼はすべてのことを容易に成し遂げた。
καὶ γὰρ τοὺς Θετταλοὺς μέγιστον ἔχοντας τῶν συμμάχων ἀξίωμα δωροδοκήσας ἔπεισε τὴν ἡσυχίαν ἔχειν.
実際、同盟者たちの中で最大の威信を有していたテッサリア人たちにさえ、賄賂を贈って静観するよう説得したのである。
καὶ τῶν μὲν Φωκέων τοὺς ἐναντιουμένους συλλαμβάνων ἀνῄρει καὶ τὰς οὐσίας ἐδήμευεν, εἰς δὲ τὴν πολεμίαν ἐμβαλὼν Θρόνιον μὲν ἐκπολιορκήσας ἐξηνδραποδίσατο, Ἀμφισσεῖς δὲ καταπληξάμενος ἠνάγκασεν ὑποτάττεσθαι.
そしてフォキス人の中で反対する者たちを逮捕しては処刑し、その財産を没収した。 また敵地に侵入すると、トロニオンを包囲攻撃して攻略し、住民を奴隷とし、アムピッサ人たちを威嚇して服従を強いた。
§16.33.4τὰς δʼ ἐν Δωριεῦσι πόλεις πορθήσας τὴν χώραν αὐτῶν ἐδῄωσεν.
さらにドリス人たちの都市を略奪し、その土地を荒廃させた。
εἰς δὲ τὴν Βοιωτίαν ἐμβαλὼν Ὀρχομενὸν μὲν εἷλεν, ἐπιχειρήσας δʼ ἐκπολιορκεῖν Χαιρώνειαν καὶ ἡττηθεὶς ὑπὸ Θηβαίων ἐπανῆλθεν εἰς τὴν οἰκείαν.
そしてボイオティアに侵入してオルコメノスを占領したが、カイロネイアを包囲攻略しようと試みた際、テーバイ人に敗れて自国へと撤退した。