§16.28.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Διοτίμου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Μάρκιον καὶ Γναῖον Μάλλιον.
アテナイにおいてディオティモスがアルコンであったとき、ローマ人はガイウス・マルキウスとグナエウス・マッリウスを執政官に任命した。
ἐπὶ δὲ τούτων Φιλόμηλος μὲν προορώμενος τὸ μέγεθος τοῦ πολέμου μισθοφόρων τε πλῆθος ἤθροιζε, τῶν τε Φωκέων τοὺς εὐθέτους κατέλεγεν εἰς τὴν στρατείαν.
この彼らの任期において、フィロメロスは戦争の規模を予見して、傭兵の軍勢を集め、またフォキス人たちのうち適した者たちを遠征のために徴募した。
§16.28.2τοῦ δὲ πολέμου προσδεομένου χρημάτων τῶν μὲν ἱερῶν ἀναθημάτων ἀπείχετο, τοὺς δὲ Δελφοὺς εὐδαιμονίᾳ καὶ πλούτῳ διαφέροντας ἐπράξατο πλῆθος χρημάτων ἱκανὸν εἰς τοὺς τῶν ξένων μισθούς.
戦争がさらに資金を必要としたため、彼は神聖な奉納物からは身を遠ざけていたが、繁栄と富において抜きん出ているデルポイの人々から、外国人傭兵の給与のために十分な多額の資金を徴収した。
κατασκευάσας οὖν ἀξιόλογον δύναμιν προήγαγεν εἰς ὕπαιθρον καὶ φανερὸς ἦν ἑτοίμως ἔχων διαγωνίζεσθαι πρὸς τοὺς ἀλλοτρίως διακειμένους τοῖς Φωκεῦσι.
こうして、彼は注目すべき軍勢を整えると、屋外へと進軍し、フォキス人たちに敵意を抱いている者たちと戦う用意があることを明らかにした。
§16.28.3τῶν δὲ Λοκρῶν στρατευσάντων ἐπʼ αὐτὸν ἐγένετο μάχη περὶ τὰς Φαιδριάδας καλουμένας πέτρας, ἣν νικήσας ὁ Φιλόμηλος πολλοὺς μὲν ἀνεῖλε τῶν πολεμίων, οὐκ ὀλίγους δʼ ἐζώγρησε, τινὰς δὲ κατὰ τῆς πέτρας συνηνάγκασεν ἑαυτοὺς κατακρημνίσαι.
ロクリス人たちが彼に対して遠征してきたとき、パイドリアデスと呼ばれる岩壁の近くで戦闘が起こり、フィロメロスはこれに勝利して、敵の多くを殺し、少なくない者たちを生け捕りにし、またある者たちには岩壁から身を投げることを強いた。
μετὰ δὲ τὴν μάχην ταύτην οἱ μὲν Φωκεῖς ἐπήρθησαν τοῖς φρονήμασι διὰ τὴν εὐημερίαν, οἱ δὲ Λοκροὶ ταπεινωθέντες πρέσβεις ἐξέπεμψαν εἰς τὰς Θήβας ἀξιοῦντες τοὺς Βοιωτοὺς βοηθεῖν αὐτοῖς τε καὶ τῷ θεῷ.
この戦闘の後、フォキス人たちはこの成功によって意気を高揚させたが、ロクリス人たちは意気消沈し、テーバイに使節を派遣して、ボイオティア人が自分たちと神を援助することを求めた。
§16.28.4οἱ δὲ Βοιωτοὶ διά τε τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν καὶ διὰ τὸ συμφέρειν αὐτοῖς τὰς τῶν Ἀμφικτυόνων κρίσεις βεβαίας εἶναι πρός τε τοὺς Θετταλοὺς ἐπρέσβευσαν καὶ τοὺς ἄλλους Ἀμφικτύονας ἀξιοῦντες κοινῇ πολεμῆσαι τοῖς Φωκεῦσι.
ボイオティア人たちは、神々に対する敬虔さのゆえに、また、隣国同盟の決定が確固たるものであることが自分たちにとって有益であるというゆえに、テッサリア人やその他の隣国同盟員たちに使節を送り、フォキス人たちと共同で戦うことを求めた。
ψηφισαμένων δὲ τῶν Ἀμφικτυόνων τὸν πρὸς Φωκεῖς πόλεμον πολλὴ ταραχὴ καὶ διάστασις ἦν καθʼ ὅλην τὴν Ἑλλάδα.
そして、隣国同盟員たちがフォキス人に対する戦争を決議すると、ギリシア全土に大きな混乱と分裂が生じた。
οἱ μὲν γὰρ ἔκριναν βοηθεῖν τῷ θεῷ καὶ τοὺς Φωκεῖς ὡς ἱεροσύλους κολάζειν, οἱ δὲ πρὸς τὴν τῶν Φωκέων βοήθειαν ἀπέκλινον.
というのも、ある者たちは神を助け、神殿荒らしとしてフォキス人たちを処罰することを決意したが、他の者たちはフォキス人たちの援助へと傾いたからである。