§16.21.1κατὰ δὲ τὴν Ἑλλάδα Χίων καὶ Ῥοδίων καὶ Κῴων, ἔτι δὲ Βυζαντίων διαπολεμούντων πρὸς Ἀθηναίους τὸν συμμαχικὸν πόλεμον ἀμφότεροι μεγάλας παρασκευὰς ἐποιοῦντο, βουλόμενοι ναυμαχίᾳ κρῖναι τὸν πόλεμον.
In Greece, while the Chians, Rhodians, Coans, and also the Byzantines were waging the Social War against the Athenians, both sides made great preparations, wishing to decide the war by a naval battle.
Ἀθηναῖοι δὲ Χάρητα μὲν μετὰ νεῶν ἑξήκοντα προαπεσταλκότες ἦσαν ἐν τοῖς ἄνω καιροῖς, τότε δὲ ἄλλας ἑξήκοντα πληρώσαντες καὶ στρατηγοὺς ἐπιστήσαντες τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν, Ἰφικράτην καὶ Τιμόθεον, ἐξαπέστειλαν κοινῇ μετὰ Χάρητος διαπολεμεῖν τοῖς ἀφεστηκόσι τῶν συμμάχων.
The Athenians had dispatched Chares beforehand with sixty ships in the earlier times, but at that time, having manned another sixty and appointed as generals the most distinguished of the citizens, Iphicrates and Timotheus, they sent them out to wage war jointly with Chares against the allies who had revolted.
§16.21.2οἱ δὲ Χῖοι καὶ Ῥόδιοι καὶ Βυζάντιοι μετὰ τῶν συμμάχων ἑκατὸν ναῦς πληρώσαντες Ἴμβρον μὲν καὶ Λῆμνον οὔσας Ἀθηναίων ἐπόρθησαν, ἐπὶ δὲ Σάμον πολλῇ δυνάμει στρατεύσαντες τὴν μὲν χώραν ἐδῄωσαν, τὴν δὲ πόλιν ἐπολιόρκουν κατὰ γῆν καὶ κατὰ θάλατταν· πολλὰς δὲ καὶ ἄλλας νήσους οὔσας ὑπʼ Ἀθηναίους κακοποιήσαντες χρήματα ἤθροισαν εἰς τὰς τοῦ πολέμου χρείας.
The Chians, Rhodians, and Byzantines, having manned a hundred ships with their allies, plundered Imbros and Lemnos, which belonged to the Athenians, and having marched against Samos with a large force, they ravaged the country and besieged the city by land and sea; and having also ravaged many other islands that were under the Athenians, they collected money for the needs of the war.
§16.21.3οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ πάντες ἀθροισθέντες τὸ μὲν πρῶτον ἐπεβάλοντο πολιορκῆσαι τὴν τῶν Βυζαντίων πόλιν, μετὰ δὲ ταῦτα τῶν Χίων καὶ τῶν συμμάχων τὴν μὲν πολιορκίαν τῆς Σάμου λυσάντων, ἐπὶ δὲ τὴν βοήθειαν τοῖς Βυζαντίοις τρεπομένων συνηθροίσθησαν πάντες οἱ στόλοι περὶ τὸν Ἑλλήσποντον.
The Athenian generals, having all assembled, at first undertook to besiege the city of the Byzantines; but after this, when the Chians and their allies raised the siege of Samos and turned to the aid of the Byzantines, all the fleets were assembled around the Hellespont.
μελλούσης δὲ γίνεσθαι τῆς ναυμαχίας μέγας ἄνεμος ἐπιπεσὼν διεκώλυσεν αὐτῶν τὴν προαίρεσιν.
When the naval battle was about to take place, a great wind fell upon them and prevented their purpose.
§16.21.4τοῦ δὲ Χάρητος παρὰ φύσιν βουλομένου ναυμαχεῖν καὶ τῶν περὶ τὸν Ἰφικράτην καὶ Τιμόθεον ἐναντιουμένων διὰ τὸ μέγεθος τοῦ κλύδωνος ὁ μὲν Χάρης ἐπιμαρτυρόμενος τοὺς στρατιώτας διέβαλε τοὺς συνάρχοντας ὡς προδότας καὶ πρὸς τὸν δῆμον ἔγραψε περὶ αὐτῶν ὡς ἐγκαταλελοιπότων ἑκουσίως τὴν ναυμαχίαν, οἱ δʼ Ἀθηναῖοι παροξυνθέντες καὶ κρίσιν τῷ Ἰφικράτει καὶ Τιμοθέῳ προθέντες ἐζημίωσαν αὐτοὺς πολλοῖς ταλάντοις καὶ τῆς στρατηγίας ἀπέστησαν.
But since Chares wished to fight a naval battle contrary to common sense, and those around Iphicrates and Timotheus opposed him because of the size of the surge, Chares, calling upon the soldiers as witnesses, defamed his fellow commanders as traitors, and wrote to the people about them, alleging that they had voluntarily abandoned the naval battle. The Athenians, being provoked and having brought Iphicrates and Timotheus to trial, fined them many talents and removed them from their generalship.