§15.91.1οἱ δʼ ἀφεστηκότες τοῦ βασιλέως ἐπὶ τὴν τῶν ὅλων διοίκησιν εἵλαντο στρατηγὸν Ὀρόντην.
王から離反した者たちは、全体の統括のためにオロンテスを将軍に選んだ。
οὗτος δὲ παραλαβὼν τὴν ἡγεμονίαν καὶ χρήματα πρὸς ξενολογίαν, δισμυρίοις στρατιώταις ἐνιαύσιον μισθόν, ἐγένετο προδότης τῶν πιστευσάντων.
しかし彼は、指導権と傭兵募集のための資金、すなわち兵士二万人に対する一年分の給料を受け取りながら、自分を信じた者たちの裏切り者となった。
ὑπολαβὼν γὰρ παρὰ τοῦ βασιλέως δωρεῶν τε μεγάλων τεύξεσθαι καὶ τῆς παραθαλασσίου πάσης παραλήψεσθαι τὴν σατραπείαν, ἐὰν ἐγχειρίσῃ τοῖς Πέρσαις τοὺς ἀφεστηκότας, πρῶτον μὲν τοὺς κομίσαντας τὰ χρήματα συνέλαβε καὶ πρὸς τὸν Ἀρταξέρξην ἀπέστειλε, μετὰ δὲ ταῦτα πολλὰς τῶν πόλεων καὶ τοὺς ξενολογηθέντας στρατιώτας τοῖς ὑπὸ τοῦ βασιλέως πεμφθεῖσιν ἡγεμόσι παρέδωκεν.
というのも、もし彼が離反者たちをペルシア人に引き渡すなら、王から大きな贈り物を授かり、沿岸地方全体のサトラップ領を受け取ることができると考えたからである。 彼はまず、その資金を運んできた者たちを捕らえてアルタクセルクセスのもとへ送り、その後、多くの都市や募集された兵士たちを、王から派遣された将軍たちに引き渡した。
§15.91.2ὁμοίως δὲ τούτῳ καὶ κατὰ τὴν Καππαδοκίαν ἐγένετο προδοσία, καθʼ ἣν ἴδιόν τι καὶ παράδοξον συνέβη γενέσθαι.
これと同様の裏切りがカッパドキアでも起こり、そこでは特異で思いがけない出来事が生じた。
Ἀρταβάζου γὰρ τοῦ βασιλέως στρατηγοῦ μετὰ πολλῆς δυνάμεως ἐμβαλόντος εἰς τὴν Καππαδοκίαν, ὁ μὲν ταύτης τῆς χώρας σατράπης Δατάμης ἀντεστρατοπέδευσεν αὐτῷ, πολλοὺς μὲν ἱππεῖς ἠθροικώς, δισμυρίους δὲ πεζοὺς μισθοφόρους ἔχων αὑτῷ συστρατεύοντας·
すなわち、王の将軍アルタバゾスが大軍を率いてカッパドキアに侵入したとき、この地方のサトラップであったダタメスは彼に対して陣を張り、多くの騎兵を集め、ともに戦う歩兵の傭兵二万人を従えていた。
§15.91.3ὁ δὲ κηδεστὴς τοῦ Δατάμου τῶν ἱππέων ἀφηγούμενος, χάριν βουλόμενος καταθέσθαι καὶ τῆς ἰδίας σωτηρίας ἅμα προνοούμενος, ἀποστὰς νυκτὸς μετὰ τῶν ἱππέων ἀπήλαυνε πρὸς τοὺς πολεμίους, συντεθειμένος πρὸς Ἀρτάβαζον τῇ πρότερον ἡμέρᾳ περὶ τῆς προδοσίας.
ところが、ダタメスの義父で騎兵を率いていた者は、恩義を売り、同時に自分自身の安全をも図ろうとして、夜間に離反して騎兵とともに敵の方へ向かって去った。 彼は前日にアルタバゾスと裏切りについての協定を結んでいたのである。
§15.91.4Δατάμης δὲ παρακαλέσας τοὺς μισθοφόρους καὶ δωρεὰς ὑποσχόμενος, ἀνέζευξε πρὸς τοὺς ἀφεστηκότας.
ダタメスは傭兵たちを励まし、贈り物を約束すると、離反者たちの後を追って出発した。
καταλαβὼν δʼ αὐτοὺς ἤδη συνάπτοντας τοῖς πολεμίοις, καὶ αὐτὸς προσπεσὼν ἅμα τοῖς περὶ τὸν Ἀρτάβαζον καὶ τοῖς ἱππεῦσιν, ἔκτεινε τοὺς εἰς χεῖρας ἐρχομένους.
そして彼らがすでに敵と合流しようとしているところに追いつき、自身もアルタバゾスの軍勢と騎兵たちに同時に突撃し、手近に迫る者を殺戮した。
§15.91.5ὁ δʼ Ἀρτάβαζος, τὸ μὲν πρῶτον τὸ ἀληθὲς ἀγνοῶν, ὑπολαβὼν δὲ τὸν ἀποστάτην τοῦ Δατάμου παλιμπροδοσίαν ποιεῖσθαι, παρήγγειλε τοῖς ἰδίοις κτείνειν τοὺς προσιόντας ἱππεῖς.
アルタバゾスは、最初は真相を知らず、ダタメスからの離反者が二重の裏切りを行っていると考え、味方に近づいてくる騎兵を殺すよう命じた。
ὁ δὲ Μιθροβαρζάνης ἐν μέσοις ἀποληφθείς, καὶ τῶν μὲν ὡς προδότην ἀμυνομένων, τῶν δὲ ὡς παλιμπροδότην τιμωρουμένων, ἐν ἀπορίᾳ καθειστήκει·
ミトロバルザネスは挟み撃ちになり、一方の側からは裏切り者として防戦され、他方の側からは二重の裏切り者として制裁を加えられ、途方に暮れた。
τῆς δʼ ἀπορίας οὐκ ἐώσης βουλεύσασθαι, πρὸς ἀλκὴν ἐτρέπετο, καὶ πρὸς ἀμφοτέρους διαμαχόμενος πολὺν ἐποίει φόνον.
この苦境によって思案する余地もなかったため、彼は力による抵抗へと転じ、双方と戦いながら多大な殺戮を行った。
τέλος δὲ πλειόνων ἢ μυρίων ἀναιρεθέντων, τοὺς ὑπολειφθέντας ὁ Δατάμης τρεψάμενος καὶ πολλοὺς φονεύσας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς διώκοντας στρατιώτας.
最終的に一万人以上が殺されたのち、ダタメスは生き残った者たちを敗走させ、多くの者を殺戮した上で、喇叭を吹いて追撃中の兵士たちを呼び戻した。
§15.91.6τῶν δʼ ἱππέων τῶν ὑπολειφθέντων οἱ μὲν πρὸς τὸν Δατάμην ἀποχωρήσαντες ἠξίουν τυχεῖν συγγνώμης, οἱ δὲ λοιποὶ τὴν ἡσυχίαν ἦγον, οὐκ ἔχοντες ὅποι τράπωνται, καὶ τέλος εἰς πεντακοσίους ὄντες κυκλωθέντες ὑπὸ Δατάμου κατηκοντίσθησαν.
生き残った騎兵のうち、ある者たちはダタメスのもとに退却して許しを求め、残りの者たちは行く当てもなく立ち尽くしていたが、最後にはおよそ五百人ほどがダタメスに包囲され、投げ槍で射殺された。
§15.91.7Δατάμης μὲν οὖν καὶ πρότερον ἐπὶ στρατηγίᾳ θαυμαζόμενος, πολλῷ τότε μᾶλλον ἔσχε περιβόητον τήν τε ἀνδρείαν καὶ τὴν ἐν τῷ στρατηγεῖν σύνεσιν·
こうしてダタメスは、以前からも将軍としての手腕を感嘆されていたが、このときにはその勇気と将帥としての優れた知性をいっそう広く世に知らしめることになった。
ὁ δὲ βασιλεὺς Ἀρταξέρξης πυθόμενος τὴν στρατηγίαν τοῦ Δατάμου, καὶ σπεύδων ἄρασθαι τοῦτον, διʼ ἐπιβουλῆς αὐτὸν ἐδολοφόνησεν.
しかし、王アルタクセルクセスはダタメスの将帥としての手腕を耳にし、彼を排除することを急いで、陰謀によって暗殺した。