§15.89.1οἱ δʼ Ἕλληνες μετὰ τὴν μάχην ἀμφισβητουμένην ἔχοντες τὴν νίκην, καὶ ταῖς ἀνδραγαθίαις ἐφάμιλλοι καθεστῶτες, ἔτι δὲ τῇ συνεχείᾳ τῶν κινδύνων καταπονούμενοι, διελύσαντο πρὸς ἀλλήλους.
ギリシア人たちは、その戦いの後、勝利の行方が未決のままであり、また勇気において互いに拮抗しており、さらに絶え間ない危険に疲れ果てていたので、互いに和解した。
συνθέμενοι δὲ κοινὴν εἰρήνην καὶ συμμαχίαν, κατέταττον ἐν τῇ συμμαχίᾳ καὶ τοὺς Μεσσηνίους.
そして共通の平和と軍事同盟を結び、その同盟の中にメッセニア人をも組み入れた。
§15.89.2οἱ δὲ Λακεδαιμόνιοι διὰ τὴν πρὸς τούτους ἀκατάλλακτον ἀλλοτριότητα τῶν σπονδῶν οὐ προείλοντο κοινωνεῖν καὶ μόνοι τῶν Ἑλλήνων ὑπῆρχον ἔκσπονδοι.
しかしラケダイモン人たちは、彼らに対する和解しがたい敵意のために、休戦協定に参加することを選ばず、ギリシア人の中で彼らだけが協定から除外された状態となった。
§15.89.3τῶν δὲ συγγραφέων Ξενοφῶν μὲν ὁ Ἀθηναῖος τὴν τῶν Ἑλληνικῶν σύνταξιν εἰς τοῦτον τὸν ἐνιαυτὸν κατέστροφεν ἐπὶ τὴν Ἐπαμεινώνδου τελευτήν·
歴史家たちのうち、アテナイ人のクセノポンは『ギリシア史』の叙述をこの年、すなわちエパメイノンダスの死をもって終わらせている。
Ἀναξιμένης δὲ ὁ Λαμψακηνὸς τὴν πρώτην τῶν Ἑλληνικῶν ἀνέγραψεν ἀρξάμενος ἀπὸ θεογονίας καὶ ἀπὸ τοῦ πρώτου γένους τῶν ἀνθρώπων, κατέστροφε δʼ εἰς τὴν ἐν Μαντινείᾳ μάχην καὶ τὴν Ἐπαμεινώνδου τελευτήν·
ランプサコスのアナクシメネスは『ギリシア史』の第一部を、神々の誕生と人間の最初の世代から始めて執筆し、マンティネイアの戦いとエパメイノンダスの死をもって終わらせた。
περιέλαβε δὲ πάσας σχεδὸν τάς τε τῶν Ἑλλήνων καὶ βαρβάρων πράξεις ἐν βύβλοις δώδεκα.
そして彼は、ギリシア人と異民族のほぼすべての事績を12巻に収めた。
Φίλιστος δὲ τὰ περὶ Διονύσιον τὸν νεώτερον ὧδε κατέστροφε, διελθὼν ἔτη πέντε ἐν βύβλοις δυσίν.
また、フィリストスは若きディオニュシオスに関する歴史をここで終わらせており、5年間の出来事を2巻にわたって叙述した。