§15.86.1ἡ μὲν οὖν τῶν παρʼ ἀμφοτέροις ἱππέων μάχη τοιοῦτον ἔσχε τὸ τέλος· αἱ δὲ πεζαὶ δυνάμεις ὡς συνῆλθον εἰς χεῖρας τοῖς πολεμίοις, μεγάλους καὶ θαυμαστοὺς ἀγῶνας συνεστήσαντο.
So the battle of the cavalry on both sides had such an end; but when the infantry forces came to close quarters with the enemy, they engaged in a great and wondrous struggle.
οὐδέποτε γὰρ Ἑλλήνων πρὸς Ἕλληνας ἀγωνιζομένων οὔτε πλῆθος ἀνδρῶν τοσοῦτο παρετάξατο οὔθʼ ἡγεμόνες ἀξιολογώτεροι τοῖς ἀξιώμασιν οὔτε ἄνδρες δυνατώτεροι τὰς ἐν τοῖς κινδύνοις ἀνδραγαθίας ἐπεδείξαντο.
For never before, when Greeks fought against Greeks, had so great a multitude of men been drawn up, nor had commanders more noteworthy in their prestige, nor had more capable men displayed such valor in times of danger.
§15.86.2οἱ γὰρ πεζομαχεῖν ἄριστα δυνάμενοι κατὰ τοὺς ὑποκειμένους καιρούς, Βοιωτοὶ καὶ Λακεδαιμόνιοι, πρὸς ἀλλήλους κατὰ τὴν τάξιν ἀνθεστηκότες πρῶτον μάχην συνῆψαν, οὐδεμίαν φειδὼ ποιούμενοι τοῦ ζῆν.
For those who were best able to fight on foot at the times in question, the Boeotians and the Lacedaemonians, having been drawn up opposite one another in the line of battle, first joined battle, making no sparing of their lives.
καὶ τὸ μὲν πρῶτον τύπτοντες ἀλλήλους τοῖς δόρασι, καὶ διὰ τὴν πυκνότητα τῶν πληγῶν τὰ πλεῖστα συντρίψαντες, εἰς τὸν ἀπὸ τῆς μαχαίρας ἀγῶνα κατήντησαν.
And at first striking one another with their spears, and having shattered most of them because of the density of the blows, they resorted to the struggle with the sword.
§15.86.3συμπλεκόμενοι δὲ τοῖς σώμασι καὶ παντοίας διαθέσεις τραυμάτων ἀπεργαζόμενοι τοῖς θυμοῖς οὐκ ἔληγον· ἐπὶ πολὺν δὲ χρόνον τοῖς δεινοῖς ἐγκαρτερούντων διὰ τὴν ὑπερβολὴν τῆς παρʼ ἑκατέροις ἀνδραγαθίας οὐδεμίαν ῥοπὴν ἐλάμβανεν ἡ μάχη ἕκαστος γὰρ τοῦ παθεῖν τι δεινὸν καταφρονῶν, τοῦ δὲ δρᾶσαί τι λαμπρὸν ἐφιέμενος, εὐγενῶς ἀνεδέχετο τὸν ὑπὲρ τῆς δόξης θάνατον.
And grappling body to body and inflicting all kinds of wounds, they did not cease in their fury; and since they endured the terrors for a long time because of the exceeding valor on both sides, the battle did not take any decisive turn; for each man, despising the suffering of any terrible thing, and desiring to perform some brilliant deed, nobly accepted death for the sake of glory.
§15.86.4ἰσχυρᾶς δὲ μάχης ἐπὶ πολύν τε χρόνον γινομένης καὶ τοῦ κινδύνου μηδεμίαν ῥοπὴν λαμβάνοντος, ὁ μὲν Ἐπαμεινώνδας ὑπολαβὼν τῆς ἰδίας ἀρετῆς προσδεῖσθαι τὴν νίκην, ἔγνω διʼ ἑαυτοῦ κρῖναι τὸν κίνδυνον.
A fierce battle having taken place for a long time and the danger taking no decisive turn, Epaminondas, conceiving that victory required his own valor, decided to decide the issue through himself.
εὐθὺς οὖν ἀναλαβὼν τοὺς ἀρίστους καὶ μετὰ τούτων συμφράξας, εἰσέβαλεν εἰς μέσους τοὺς πολεμίους· καθηγούμενος δὲ τοῦ συντάγματος, καὶ πρῶτος ἀκοντίσας, ἔβαλε τὸν ἡγούμενον τῶν Λακεδαιμονίων.
Straightway, therefore, taking the best men and having formed them into a compact body with himself, he burst into the midst of the enemy; and leading the formation, and being the first to throw his javelin, he struck the commander of the Lacedaemonians.
§15.86.5εὐθὺς δὲ καὶ τῶν ἄλλων εἰς χεῖρας ἐρχομένων, οὓς μὲν ἀνελών, οὓς δὲ καταπληξάμενος, διέκοψε τὴν φάλαγγα τῶν πολεμίων.
And straightway, as the others also came to close quarters, slaying some and terrifying others, he broke through the phalanx of the enemy.
οἱ δὲ Λακεδαιμόνιοι τὸ ἀξίωμα τοῦ Ἐπαμεινώνδου καὶ τὸ βάρος τοῦ περὶ αὐτὸν συστήματος καταπλαγέντες ἀνεχώρουν ἐκ τῆς μάχης· ἐπικειμένων δὲ τῶν Βοιωτῶν καὶ τοὺς ἐσχάτους αἰεὶ φονευόντων, νεκρῶν ἐσωρεύθη πλῆθος.
The Lacedaemonians, terrified by both the prestige of Epaminondas and the weight of the compact body around him, retreated from the battle; and since the Boeotians pressed hard upon them and kept slaying those at the very rear, a multitude of corpses was piled up.