§15.70.1ἐκ δὲ τῆς Σικελίας Κελτοὶ καὶ Ἴβηρες δισχίλιοι κατέπλευσαν εἰς Κόρινθον, ἐκπεμφθέντες ὑπὸ Διονυσίου τοῦ τυράννου συμμαχῆσαι Λακεδαιμονίοις, εἰς μῆνας πέντε τοὺς μισθοὺς εἰληφότες.
シケリアから、僭主ディオニュシオスによってラケダイモン人に加勢するために派遣され、五ヶ月分の給料を受け取っていたケルト人とイベリア人二千人がコリントスへ船で到着した。
οἱ δʼ Ἕλληνες πεῖραν αὐτῶν βουλόμενοι λαβεῖν προῆγον αὐτούς, καὶ κατὰ τὰς συμπλοκὰς καὶ μάχας ἀνδραγαθούντων αὐτῶν, πολλοί τε τῶν Βοιωτῶν καὶ τῶν συμμάχων ὑπʼ αὐτῶν ἀνῃροῦντο.
ギリシア人たちは彼らを試そうと望んで前線へと連れ出したが、彼らが小競り合いや戦闘において勇敢に戦ったため、ボイオティア人とその同盟軍の多くの者が彼らによって討ち取られた。
διόπερ δόξαντες εὐχειρίᾳ καὶ ἀνδρείᾳ διαφέρειν καὶ πολλὰς χρείας παρασχόμενοι, καὶ τιμηθέντες ὑπὸ τῶν Λακεδαιμονίων τοῦ θέρους λήγοντος ἐξαπεστάλησαν εἰς τὴν Σικελίαν.
それゆえ彼らは、武技と勇気において優れていると認められ、多くの貢献をし、さらにラケダイモン人から名誉を与えられて、夏の終わりにシケリアへと送り返された。
§15.70.2μετὰ δὲ ταῦτα Φιλίσκος μὲν ὑπʼ Ἀρταξέρξου τοῦ βασιλέως ἀποσταλεὶς κατέπλευσεν ἐπὶ τὴν Ἑλλάδα, παρακαλῶν τοὺς Ἕλληνας διαλύσασθαι μὲν τοὺς πολέμους, εἰρήνην δὲ κοινὴν συνθέσθαι.
この後、アルタクセルクセス王によって派遣されたフィリスコスがギリシアへ船で到着し、ギリシア人たちに戦争を終結させて共通の平和を結ぶよう勧告した。
οἱ μὲν οὖν ἄλλοι πάντες ἀσμένως ὑπήκουσαν, Θηβαῖοι δὲ κατὰ τὴν ἰδίαν ὑπόστασιν ὅλην τὴν Βοιωτίαν ὑπὸ μίαν ἀγαγόντες συντέλειαν οὐ προσεδέχθησαν.
そこで、他のすべての者は喜んでこれに従ったが、テーバイ人は自らの独自の主張に基づいてボイオティア全土を一つの連邦の下に置いていたため、受け入れられなかった。
ἀπογνωσθείσης δὲ τῆς κοινῆς εἰρήνης, ὁ μὲν Φιλίσκος καταλιπὼν τοῖς Λακεδαιμονίοις δισχιλίους ἐπιλέκτους μισθοφόρους ἔχοντας τοὺς μισθούς, ἀπῆλθεν εἰς τὴν Ἀσίαν.
共通の平和が絶望視されると、フィリスコスは、給料を支給されている二千人の精鋭傭兵をラケダイモン人のために残し、アジアへと立ち去った。
§15.70.3ἅμα δὲ τούτοις πραττομένοις Εὔφρων ὁ Σικυώνιος, διαφέρων θράσει καὶ ἀπονοίᾳ, συνεργοὺς λαβὼν Ἀργείους ἐπέθετο τυραννίδι.
これらがなされているのと同時に、シキュオンのエウプロンは、その大胆さと無謀さにおいて際立っており、アルゴス人を協力者として得て僭主政治の樹立を企てた。
κρατήσας δὲ τῆς ἐπιβολῆς τετταράκοντα τοὺς εὐπορωτάτους τῶν Σικυωνίων ἐφυγάδευσε, δημεύσας αὐτῶν τὰς οὐσίας, καὶ πολλῶν χρημάτων κυριεύσας μισθοφόρους ἤθροισε καὶ τῆς πόλεως ἐδυνάστευσεν.
そして企てに成功すると、シキュオン人のうち最も富裕な四十人を追放し、彼らの財産を没収して、多額の資金を手に入れると傭兵を集めて都市を支配した。