§15.66.1Ἐπαμεινώνδας δὲ φύσει μεγαλεπίβολος ὢν καὶ δόξης ὀρεγόμενος αἰωνίου, συνεβούλευε τοῖς τε Ἀρκάσι καὶ τοῖς ἄλλοις συμμάχοις οἰκίσαι τὴν Μεσσήνην, πολλὰ μὲν ἔτη γεγενημένην ἀνάστατον ὑπὸ Λακεδαιμονίων, τόπον δʼ εὔθετον ἔχουσαν κατὰ τῆς Σπάρτης.
エパメイノンダスは、生まれつき大きな企てを抱く者であり、永遠の名声を切望していたので、アルカディア人や他の同盟国の人々に、メッセネを再建することを勧めた。 この地は、長年にわたりラケダイモン人によって荒廃させられていたが、スパルタに対して有利な位置を占めていた。
συγκατατιθεμένων δὲ πάντων ἀνεζήτησε τοὺς ἀπολελειμμένους τῶν Μεσσηνίων, καὶ τῶν ἄλλων τοὺς βουλομένους καταλέξας εἰς τὴν πολιτείαν ἀνέκτισε τὴν Μεσσήνην, πολλοὺς ποιήσας αὐτῆς οἰκήτορας.
全員がこれに賛同すると、彼は生き残りのメッセネ人たちを捜し出し、また、他の人々のうち市民団に登録されることを望む者たちを登録してメッセネを再興し、その多くの居住者を確保した。
τούτοις δὲ κατακληρουχήσας τὴν χώραν καὶ ἀνοικοδομήσας ἀνέσωσε πόλιν ἐπίσημον Ἑλληνίδα, καὶ μεγάλης ἀποδοχῆς ἔτυχε παρὰ πᾶσιν ἀνθρώποις.
彼らに土地を分配して建物を再建し、ギリシアの著名な都市を復興させ、すべての人々から多大なる称賛を受けた。
§15.66.2οὐκ ἀνοίκειον δʼ εἶναι νομίζω, πολλάκις τῆς Μεσσήνης ἁλούσης καὶ κατασκαφείσης, τὰ περὶ αὐτὴν ἀπʼ ἀρχῆς ὡς ἐν κεφαλαίοις παραδραμεῖν.
メッセネが何度も攻略され、破壊されたことを鑑みると、これに関する歴史を最初から要約して概説することは場違いではないと私は考える。
τὸ μὲν οὖν παλαιὸν οἱ ἀπὸ Νηλέως καὶ Νέστορος κατέσχον αὐτὴν μέχρι τῶν Τρωικῶν χρόνων, μετὰ δὲ ταῦθʼ ὁ Ἀγαμέμνονος Ὀρέστης καὶ οἱ ἀπὸ τούτου μέχρι τῆς καθόδου τῶν Ἡρακλειδῶν, ἀπὸ δὲ ταύτης Κρεσφόντης ἔλαχε τὴν Μεσσηνίαν μερίδα, καὶ οἱ ἀπὸ τούτου μέχρι τινὸς ἐβασίλευσαν αὐτῆς·
かつて、ネレウスとネストルの子孫たちがトロイア戦争の時代までここを領有していた。 その後は、アガメムノンの息子オレステスと彼の子孫たちが、ヘラクレイダイの帰還まで領有した。 これ以降は、クレスポンテスがメッセニアの領地をくじで得て、彼の子孫たちがしばらくの間そこを統治した。
ὕστερον δὲ τῶν ἀπὸ Κρεσφόντου τὴν βασιλείαν ἀποβαλόντων Λακεδαιμόνιοι κύριοι κατέστησαν αὐτῆς.
後に、クレスポンテスの子孫たちが王権を失うと、ラケダイモン人たちがその支配者となった。
§15.66.3μετὰ δὲ ταῦτα Τηλέκλου τοῦ βασιλέως τῶν Λακεδαιμονίων ἀποθανόντος ἐν ἀγῶνι κατεπολεμήθησαν ὑπὸ Λακεδαιμονίων οἱ Μεσσήνιοι.
その後、ラケダイモン人の王テレクロスが紛争の中で死亡したことを契機に、メッセネ人はラケダイモン人によって征服された。
τοῦτον δὲ τὸν πόλεμον εἰκοσαετῆ φασι γενέσθαι, κατομοσαμένων τῶν Λακεδαιμονίων μὴ ἀνακάμψειν εἰς τὴν Σπάρτην, ἐὰν μὴ Μεσσήνην ἕλωσιν.
この戦争は二十年間続いたと言われており、ラケダイモン人たちはメッセネを攻略するまではスパルタに戻らないと固く誓い合っていた。
τότε δὲ συνέβη τοὺς παρθενίας ὀνομασθέντας γεννηθῆναι καὶ κτίσαι τὴν τῶν Ταραντίνων πόλιν.
そしてこの時に、パルテニアイと呼ばれた者たちが生まれ、タラス人の都市を創建することになった。
ὕστερον δὲ δουλευόντων Μεσσηνίων τοῖς Λακεδαιμονίοις, Ἀριστομένης ἔπεισε τοὺς Μεσσηνίους ἀποστῆναι τῶν Σπαρτιατῶν, καὶ πολλὰ κακὰ διειργάσατο τοὺς Σπαρτιάτας, ὅτε καὶ Τυρταῖος ὁ ποιητὴς ὑπὸ Ἀθηναίων ἡγεμὼν ἐδόθη τοῖς Σπαρτιάταις.
後に、メッセネ人がラケダイモン人に隷属していた時、アリストメネスがメッセネ人を説得してスパルタ人から反乱を起こさせ、スパルタ人に多大な打撃を与えた。 この時、詩人ティルタイオスがアテナイ人によって指導者としてスパルタ人に与えられた。
§15.66.4ἔνιοι δὲ τὸν Ἀριστομένη γεγονέναι φασὶ κατὰ τὸν εἰκοσαετῆ πόλεμον.
しかし、一部の者はアリストメネスが二十年戦争の時代に活躍したと主張している。
ὁ δʼ ὕστατος ἐγένετο πόλεμος αὐτοῖς σεισμοῦ μεγάλου γενομένου·
彼らの最後の戦争は、大地震が発生した時に起こった。
καὶ τῆς μὲν Σπάρτης ὅλης σχεδὸν συγχυθείσης, ἀνδρῶν δʼ ἐρήμου γενομένης, οἱ Μεσσηνίων περιλειφθέντες ᾤκισαν τὴν Ἰθώμην μετὰ τῶν συναποστάντων Εἱλώτων, ἀναστάτου γεγενημένης τῆς Μεσσήνης πολλοὺς χρόνους.
スパルタのほぼ全域が破壊され、男性のいなくなった状況で、生き残ったメッセネ人たちは、共に反乱を起こしたヘイロタイとともにイトメに定住した。 メッセネは長きにわたり荒廃したままであった。
§15.66.5ἀτυχήσαντες δʼ ἐν πᾶσι τοῖς πολέμοις, τὸ τελευταῖον ἀνάστατοι γενόμενοι κατῴκησαν ἐν Ναυπάκτῳ, δόντων αὐτοῖς Ἀθηναίων οἰκητήριον τήνδε τὴν πόλιν.
彼らはすべての戦争において不運に見舞われ、最終的には祖国を追われてナウパクトスに居住した。 アテナイ人が彼らにこの都市を居住地として与えたからである。
καὶ τινὲς μὲν αὐτῶν εἰς Κεφαλληνίαν ἐξέπεσον, τινὲς δʼ ἐν Σικελίᾳ Μεσσήνην τὴν ἀπʼ ἐκείνων ὀνομασθεῖσαν κατῴκησαν.
また、彼らのうち一部の者はケファレニアに逃れ、別の者たちはシケリアで、自分たちにちなんで名付けられたメッセネに定住した。
§15.66.6τὸ δὲ τελευταῖον κατὰ τοὺς ὑποκειμένους καιροὺς Θηβαῖοι, πείσαντος αὐτοὺς Ἐπαμεινώνδου καὶ πανταχόθεν συναγαγόντος τοὺς Μεσσηνίους, ᾤκισαν τὴν Μεσσήνην καὶ τὴν ἀρχαίαν αὐτοῖς χώραν ἀποκατέστησαν.
そして最終的に、現在の時代においてテバイ人たちは、エパメイノンダスが彼らを説得し、あらゆる場所からメッセネ人たちを集めたことで、メッセネを再建し、彼らの古来の土地を返還した。
περὶ μὲν οὖν τὴν Μεσσήνην τοσαύτας καὶ τηλικαύτας συνέβη γενέσθαι μεταβολάς.
このように、メッセネに関しては、これほど多くの、かつ重大な変転が起こったのである。