§15.62.1κατὰ δὲ τὴν Πελοπόννησον Λακεδαιμόνιοι μὲν Πολύτροπον στρατηγὸν ἐξέπεμψαν εἰς τὴν Ἀρκαδίαν, ἔχοντα πολιτικοὺς μὲν ὁπλίτας χιλίους, φυγάδας δʼ Ἀργείων καὶ Βοιωτῶν πεντακοσίους.
ペロポネソスにおいては、ラケダイモン人たちが、一千人の自国市民の重装歩兵と、五百人のアルゴス人およびボイオティア人の亡命者を率いるポリュトロポスを将軍としてアルカディアへと派遣した。
οὗτος δὲ παρελθὼν εἰς Ὀρχομενὸν τὸν Ἀρκαδικὸν παρεφύλαττε τὴν πόλιν ταύτην, οἰκείως διακειμένην πρὸς τοὺς Σπαρτιάτας.
彼はアルカディアのオルコメノスに到着すると、スパルタ人に対して好意的な立場にあったこの都市を警備していた。
§15.62.2Λυκομήδης δʼ ὁ Μαντινεύς, στρατηγὸς ὢν τῶν Ἀρκάδων, παραλαβὼν τοὺς καλουμένους ἐπιλέκτους, ὄντας πεντακισχιλίους, ἧκεν ἐπὶ τὸν Ὀρχομενόν.
アルカディア人の将軍であったマンティネイアのリュコメデスは、五千人からなる、いわゆる「精鋭部隊」を引き連れてオルコメノスへとやって来た。
προαγαγόντων δὲ τὴν δύναμιν Λακεδαιμονίων ἐκ τῆς πόλεως ἐγένετο μάχη καρτερά, καθʼ ἣν ὅ τε στρατηγὸς τῶν Λακεδαιμονίων ἀνῃρέθη καὶ τῶν ἄλλων εἰς διακοσίους·
ラケダイモン人たちが都市から軍勢を進出させると、激しい戦闘が起こり、その中でラケダイモン人の将軍が戦死し、それ以外の者も約二百人が倒れた。
οἱ δὲ λοιποὶ συνεδιώχθησαν εἰς τὴν πόλιν.
残りの者たちは都市の中へと追い詰められた。
§15.62.3οἱ δὲ Ἀρκάδες, καίπερ νενικηκότες, ὅμως εὐλαβοῦντο τὸ βάρος τῆς Σπάρτης, καὶ καθʼ αὑτοὺς οὐχ ὑπέλαβον δυνήσεσθαι τοῖς Λακεδαιμονίοις διαπολεμεῖν.
アルカディア人たちは、勝利したにもかかわらず、やはりスパルタの重圧を恐れており、自分たちだけではラケダイモン人たちとの戦争を戦い抜くことはできないと考えた。
διὸ καὶ παραλαβόντες Ἀργείους τε καὶ Ἠλείους, τὸ μὲν πρῶτον πρέσβεις ἀπέστειλαν εἰς τὰς Ἀθήνας, ἀξιοῦντες συμμαχίαν ποιήσασθαι κατὰ τῶν Σπαρτιατῶν, ὡς δʼ οὐδεὶς αὐτοῖς προσεῖχε, διαπρεσβευσάμενοι πρὸς τοὺς Θηβαίους ἔπεισαν αὐτοὺς συμμαχίαν συνθέσθαι κατὰ τῶν Λακεδαιμονίων.
それゆえ、アルゴス人とエリス人を味方に引き入れた上で、最初はアテナイに使節を派遣し、スパルタ人に対抗する同盟を結ぶよう求めたが、誰も彼らに応じなかったため、テーバイ人に使節を送って説得し、ラケダイモン人に対抗する同盟を結ばせることに成功した。
§15.62.4εὐθὺς οὖν οἱ Βοιωτοὶ τὴν δύναμιν ἐξῆγον, προσλαβόμενοι συμμάχους Λοκρούς τε καὶ Φωκεῖς.
そこでボイオティア人たちは、同盟者としてロクリス人をフォキス人を加え、直ちに軍勢を繰り出した。
οὗτοι μὲν οὖν προῆγον ἐπὶ τὴν Πελοπόννησον, βοιωταρχούντων Ἐπαμεινώνδου καὶ Πελοπίδου·
こうして彼らは、エパメイノンダスとペロピダスがボイオタルケスを務める中で、ペロポネソスへと進軍した。
τούτοις γὰρ οἱ ἄλλοι βοιωτάρχαι παρεκεχωρήκεισαν ἑκουσίως τῆς στρατηγίας διά τε τὴν σύνεσιν καὶ τὴν ἀνδρείαν τῶν ἀνδρῶν.
というのも、他のボイオタルケスたちは、この二人の聡明さと勇敢さのゆえに、自発的に指揮権を譲っていたからである。
§15.62.5ὡς δὲ κατήντησαν ἐπὶ τὴν Ἀρκαδίαν, ἧκον πρὸς αὐτοὺς πανδημεὶ οἵ τε Ἀρκάδες καὶ Ἠλεῖοι καὶ Ἀργεῖοι καὶ οἱ ἄλλοι σύμμαχοι πάντες.
彼らがアルカディアに到着すると、アルカディア人、エリス人、アルゴス人、そして他のすべての同盟者たちが総出で彼らのもとに集まった。
ἀθροισθέντων δὲ πλειόνων ἢ πεντακισμυρίων, οἱ μὲν ἡγεμόνες αὐτῶν συνεδρεύσαντες ἔγνωσαν ἐπʼ αὐτὴν βαδίζειν τὴν Σπάρτην καὶ πᾶσαν τὴν Λακωνικὴν πορθῆσαι.
五万人を超える兵力が集結すると、彼らの指導者たちは評議を開き、スパルタそのものへと進軍してラコニケの全土を荒廃させることを決定した。