§15.45.1κατὰ δὲ τὴν Ἑλλάδα ταραττομένων τῶν πόλεων διὰ τὴν ἀσυνήθη πολιτείαν, καὶ πολλῶν ἐπανισταμένων διὰ τὴν κοινὴν ἀναρχίαν, τοῖς μὲν τὰς ὀλιγαρχίας κατασκευάζουσιν ἐβοήθουν οἱ Λακεδαιμόνιοι, τοῖς δὲ τῆς δημοκρατίας ἀντεχομένοις συνεμάχουν οἱ Ἀθηναῖοι.
ギリシア中において、不慣れな国制のゆえに諸ポリスが混乱し、共通の無秩序のゆえに多くの者が蜂起していた中で、ラケダイモン人は寡頭制を樹立しようとする者たちを援助し、アテナイ人は民主制を支持する者たちと同盟を結んで戦った。
§15.45.2ἀμφότεραι γὰρ αἱ πόλεις αὗται χρόνον ὀλίγον διετήρησαν τὰς σπονδάς, μετὰ δὲ ταῦτα συμπράττουσαι ταῖς οἰκείαις πόλεσιν ἐπολέμουν, οὐδὲν ἔτι φροντίζοντες τῆς κοινῆς συντεθείσης εἰρήνης.
なぜなら、これら両ポリスは短い間しか休戦条約を維持せず、そののちは自陣営の諸ポリスと協力して戦争を行い、結ばれた共通の和約を最早いささかも顧みなかったからである。
διόπερ ἐν Ζακύνθῳ τοῖς ἐπὶ τῆς Λακεδαιμονίων ἐπιστασίας κυρίοις γεγονόσι τοῦ πολιτεύματος ὁ δῆμος χαλεπῶς ἔχων καὶ μνησικακῶν ἐφυγάδευσε πάντας οὗτοι δὲ πρὸς Τιμόθεον τὸν Ἀθηναίων ἡγούμενον τοῦ ναυτικοῦ καταφυγόντες συνέπλεον αὐτῷ καὶ συνεμάχουν.
それゆえザキュントスにおいては、ラケダイモン人の支配下で国制の支配権を握っていた者たちに対して民衆が不満を抱き、怨恨を忘れず、彼ら全員を追放した。 そこで彼らは、アテナイ人の海軍指揮官であるティモテオスのもとに逃れて、彼とともに出航し、同盟して戦った。
§15.45.3τοῦτον οὖν παραστησάμενοι συνεργόν, καὶ διαβιβασθέντες εἰς τὴν νῆσον ὑπʼ αὐτοῦ, κατελάβοντο χωρίον ὀχυρὸν παρὰ θάλατταν, ὃ προσηγόρευον Ἀρκαδίαν.
それゆえ彼らは、このティモテオスを協力者として味方に引き入れ、彼によって島へと渡されると、海辺の堅固な場所を占拠し、そこをアルカディアと呼んだ。
ἐκ τούτου δʼ ὁρμώμενοι, καὶ βοηθὸν ἔχοντες τὸν Τιμόθεον, ἐκακοποίουν τοὺς ἐν τῇ πόλει.
そしてここを拠点とし、ティモテオスを助け手として得て、市の中の人々を悩ませた。
§15.45.4τῶν δὲ Ζακυνθίων τοὺς Λακεδαιμονίους ἀξιούντων βοηθῆσαι, τὸ μὲν πρῶτον εἰς τὰς Ἀθήνας ἀποστείλαντες πρέσβεις κατηγόρουν τοῦ Τιμοθέου·
ザキュントス人たちがラケダイモン人に援助を求めたので、彼らは最初はアテナイに使節を送ってティモテオスを告発した。
ὡς δʼ ἐθεώρουν τὸν δῆμον ἀποκλίνοντα πρὸς τοὺς φυγάδας, συνεστήσαντο ναυτικόν, καὶ πληρώσαντες τριήρεις εἴκοσι καὶ πέντε ἐξέπεμψαν τοῖς Ζακυνθίοις συμμαχίαν, δόντες τὴν ἡγεμονίαν Ἀριστοκράτει.
しかし、民衆が追放者たちの側へと傾いているのを見ると、海軍を組織し、25隻の三段櫂船に人員を配して、アリストクラテスに指揮権を与え、ザキュントス人たちへの救援として派遣した。