§15.36.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Χαρισάνδρου Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν τέτταρας, Σερούιον Σουλπίκιον, Λεύκιον Παπίριον, Τίτον Κοΐνκτιον, Ἠλεῖοι δʼ ἤγαγον Ὀλυμπιάδα πρώτην πρὸς ταῖς ἑκατόν, καθʼ ἣν ἐνίκα στάδιον Δάμων Θούριος.
アテナイにおいてカリサンドロスがアルコンであった時、ローマ人は執政官の代わりに、セルウィウス・スルピキウス、ルキウス・パピリウス、ティトゥス・クィンクティウスの四人の執政武官を任命し、エリス人は第百一回オリンピア競技会を開催したが、この大会ではトゥリオイのダモンがスタディオン走で優勝した。
ἐπὶ δὲ τούτων ἐν τῇ Θρᾴκῃ Τριβαλλοὶ σιτοδείᾳ πιεζόμενοι πανδημεὶ στρατείαν ἐποιήσαντο πρὸς τὴν ὑπερόριον χώραν, καὶ τὰς τροφὰς ἐκ τῆς ἀλλοτρίας γῆς ἐπορίζοντο.
彼らの任期の時に、トラキアでは、トリバッロイ人が食糧不足に苦しめられ、国を挙げて国境を越えた地域へ遠征を行い、他人の土地から食糧を調達していた。
§15.36.2ὄντες δὲ πλείους τῶν τρισμυρίων ἐπῆλθον τήν τε ὅμορον Θρᾴκην καὶ τὴν τῶν Ἀβδηριτῶν χώραν ἐπόρθησαν ἀδεῶς·
彼らは三万人を超えていたが、隣接するトラキアに侵入し、アブデラ人の土地を恐れることなく略奪した。
πολλῆς δὲ ὠφελείας κυριεύσαντες καταπεφρονηκότως καὶ ἀτάκτως τὴν ἐπάνοδον ἐποιοῦντο.
そして、多くの略奪品を手に入れたため、油断し無秩序に帰還の途についていた。
οἱ δʼ Ἀβδηρῖται πανδημεὶ στρατεύσαντες ἐπʼ αὐτοὺς σποράδην καὶ ἀτάκτως τὴν ἐπάνοδον ποιουμένους πλείους τῶν δισχιλίων ἀνεῖλον.
しかし、アブデラ人は国を挙げて彼らに対して出撃し、彼らがばらばらで無秩序に帰還しているところを襲って、二千人以上を殺害した。
§15.36.3οἱ δὲ βάρβαροι παροξυνθέντες ἐπὶ τοῖς συμβεβηκόσι,καὶ βουλόμενοι τοὺς Ἀβδηρίτας τιμωρήσασθαι, πάλιν ἐνέβαλον αὐτῶν εἰς τὴν χώραν.
異民族たちは、この出来事に激怒し、アブデラ人に報復することを望んで、再び彼らの土地に侵入した。
οἱ δὲ προνενικηκότες ἐπαρθέντες τῷ προτερήματι, καὶ τῶν πλησιοχώρων Θρᾳκῶν συμμαχίαν ἀποστειλάντων αὐτοῖς, παρετάξαντο τοῖς βαρβάροις.
これに対して、以前に勝利して最初の成功に気を良くしていたアブデラ人たちは、近隣のトラキア人たちが同盟軍を派遣してくれたこともあり、異民族に対して戦列を敷いた。
§15.36.4γενομένης δὲ μάχης ἰσχυρᾶς, καὶ τῶν Θρᾳκῶν μεταβαλομένων ἄφνω, μονωθέντες οἱ Ἀβδηρῖται καὶ κυκλωθέντες ὑπὸ τοῦ πλήθους τῶν βαρβάρων, σχεδὸν ἅπαντες οἱ τῆς μάχης μετεσχηκότες κατεκόπησαν.
激しい戦闘が始まったが、トラキア人たちが突然寝返ったため、孤立し、異民族の大軍に包囲されたアブデラ人は、戦闘に参加していた者のほぼ全員が斬り殺された。
τηλικαύτῃ δὲ συμφορᾷ τῶν Ἀβδηριτῶν περιπεπτωκότων καὶ μελλόντων πολιορκεῖσθαι, Χαβρίας ὁ Ἀθηναῖος ἐπιφανεὶς μετὰ δυνάμεως ἐξείλατο τῶν κινδύνων τοὺς Ἀβδηρίτας, καὶ τοὺς μὲν βαρβάρους ἐξήλασεν ἐκ τῆς χώρας, ἐν δὲ τῇ πόλει φρουρὰν ἀξιόλογον καταλιπὼν αὐτὸς ὑπό τινων ἐδολοφονήθη.
アブデラ人がこのような大惨事に陥り、包囲されようとしていた時、アテナイのチャブリアスが軍勢を率いて現れ、アブデラ人を危機から救い出した。 彼は異民族をその土地から駆逐し、都市に相当な規模の守備隊を残したが、彼自身はある人々によって暗殺された。
§15.36.5Τιμόθεος δὲ παραλαβὼν τὴν ναυαρχίαν καὶ πλεύσας εἰς τὴν Κεφαληνίαν, τάς τʼ ἐν αὐτῇ πόλεις προσηγάγετο καὶ τὰς κατὰ τὴν Ἀκαρνανίαν ὁμοίως ἔπεισεν ἀποκλῖναι πρὸς Ἀθηναίους.
一方、ティモテオスは海軍の指揮権を引き継いでケファレニアへと航行し、そこにある諸都市を味方に引き入れ、同様にアカルナニアの諸都市を説得してアテナイ側に傾かせた。
Ἀλκέταν τε τὸν Μολοττῶν βασιλέα φίλον κατασκευάσας, καὶ καθόλου τὰς χώρας τὰς τῶν περὶ τοὺς τόπους ἐκείνους πόλεων ἐξιδιοποιησάμενος, ἐνίκησε ναυμαχίᾳ τοὺς Λακεδαιμονίους περὶ Λευκάδα.
さらに、モロッソイ人の王アルケタスを友人にし、全体としてそれらの地方の周辺にある諸都市の領域を自らの支配下に置き、レウカス近海での海戦でスパルタ人に勝利した。
§15.36.6ταῦτα δὲ πάντα ταχέως καὶ ῥᾳδίως ἐπετέλεσε, πείθων μὲν διὰ τῆς τοῦ λόγου δυνάμεως, νικῶν δὲ διʼ ἀνδρείαν καὶ στρατηγίαν.
彼はこれらすべてを迅速かつ容易に成し遂げたが、説得にあたっては言論の力を用い、勝利にあたっては勇気と将帥としての才を用いた。
διόπερ οὐ μόνον παρὰ τοῖς πολίταις, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις Ἕλλησι μεγάλης ἐτύγχανεν ἀποδοχῆς.
それゆえ、彼は同胞の市民たちからだけでなく、他のギリシア人たちからも盛大な歓迎を受けた。
καὶ τὰ μὲν περὶ Τιμόθεον ἐν τούτοις ἦν.
ティモテオスに関する事柄はこのようであった。