§15.22.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Δημοφίλου Ῥωμαῖοι ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν Πόπλιον Κορνήλιον, Λεύκιον Οὐεργίνιον, Λεύκιον Παπίριον, Μάρκον Φούριον, Οὐαλέριον, Αὖλον Μάλλιον, Λεύκιον καὶ Ποστούμιον.
アテナイでデモフィロスがアルコンであった時、ローマ人は執政官の代わりに、プブリウス・コルネリウス、ルキウス・ウェルギニウス、ルキウス・パピリウス、マルクス・フリウス、ウァレリウス、アウルス・マニウス、ルキウス、そしてポストゥミウスを執政武官に任命した。
§15.22.2ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι μὲν στρατηγὸν προχειρισάμενοι Ἀγησίπολιν τὸν βασιλέα, καὶ δύναμιν ἱκανὴν παραδόντες, ἐψηφίσαντο πρὸς Ὀλυνθίους πολεμεῖν.
彼らの任期中、ラケダイモン人はアゲシポリス王を指揮官に選び、十分な軍勢を委ねて、オリンュトス人に対して戦争を行うことを決議した。
οὗτος δὲ καταντήσας εἰς τὴν τῶν Ὀλυνθίων χώραν καὶ παραλαβὼν τοὺς προϋπάρχοντας ἐν τῇ παρεμβολῇ στρατιώτας διεπολέμει πρὸς τοὺς ἐγχωρίους.
この王はオリンュトス人の領土に到着すると、陣営にすでにいた兵士たちを引き取って、現地の人々に対して戦争を遂行した。
οἱ δʼ Ὀλύνθιοι μεγάλην μὲν μάχην οὐδεμίαν κατὰ τοῦτον τὸν ἐνιαυτὸν συνεστήσαντο, ἀκροβολισμοὺς δὲ καὶ βραχείας συμπλοκὰς ποιούμενοι διετέλεσαν, καταπεπληγμένοι τὴν μετὰ τοῦ βασιλέως δύναμιν.
他方、オリンュトス人は、この年には大きな戦闘を一度も交えなかったが、王が率いる軍勢に恐れをなしていたため、小競り合いや小規模な衝突を繰り返すにとどまった。