§15.15.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Φανοστράτου Ῥωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους τέτταρας, Λεύκιον Λοκρήτιον, Σέντιον Σολπίκιον, Λεύκιον Αἰμίλιον, Λεύκιον Φούριον.
アテナイでファノストラトスがアルコンのときに、ローマ人は執政官の代わりに四人の軍事執政官、ルキウス・ロクレティオス、センティオス・ソルピキオス、ルキウス・アイミリオス、ルキウス・プーリオスを任命した。
ἐπὶ δὲ τούτων Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος παρασκευασάμενος πολεμεῖν Καρχηδονίοις, ἐζήτει λαβεῖν πρόφασιν εὔλογον τοῦ πολέμου.
彼らの任期中に、シュラクサイの僭主ディオニュシオスは、カルタゴ人と戦争をする準備を整えたうえで、戦争の尤もらしい口実を探し求めた。
ὁρῶν οὖν τὰς ὑπὸ Καρχηδονίους τεταγμένας πόλεις οἰκείως ἐχούσας πρὸς ἀπόστασιν, προσεδέχετο τὰς βουλομένας ἀφίστασθαι, καὶ συμμαχίαν πρὸς αὐτὰς συντιθέμενος ἐπιεικῶς προσεφέρετο ταύταις.
そこで彼は、カルタゴ人の支配下にある諸都市が反乱を起こすのに好都合な状態にあるのを見て、離反を望む都市を受け入れ、彼女らと同盟を結びながら、彼女らを寛大に扱った。
§15.15.2οἱ δὲ Καρχηδόνιοι τὸ μὲν πρῶτον πρέσβεις ἀποστέλλοντες πρὸς τὸν δυνάστην ἀπῄτουν τὰς πόλεις, μὴ προσέχοντος δὲ αὐτοῦ συνέβη ταύτην ἀρχὴν γενέσθαι τοῦ πολέμου.
カルタゴ人たちは、最初は使節を僭主のもとに送ってそれらの都市の返還を求めたが、彼が耳を貸さなかったので、これが戦争の発端となった。
Καρχηδόνιοι μὲν οὖν πρὸς τοὺς Ἰταλιώτας συμμαχίαν ποιησάμενοι κοινῇ τὸν πόλεμον ἐπανείλαντο πρὸς τὸν τύραννον·
そこでカルタゴ人たちは、イタリオタイと同盟を結び、共同で僭主に対して戦争を開始した。
προορώμενοι δʼ ἐμφρόνως τὸ μέγεθος τοῦ πολέμου, τῶν τε πολιτῶν τοὺς εὐθέτους κατέλεγον στρατιώτας καὶ χρημάτων προχειρισάμενοι πλῆθος ξενικὰς δυνάμεις μεγάλας ἐμισθοῦντο.
彼らは戦争の規模の大きさを賢明にも予見し、市民のうち適した人々を兵士として徴募するとともに、多額の資金を用意して大規模な傭兵部隊を雇い入れた。
καταστήσαντες δὲ στρατηγὸν Μάγωνα τὸν βασιλέα, πολλὰς μυριάδας στρατιωτῶν ἐπεραίωσαν εἰς τὴν Σικελίαν καὶ τὴν Ἰταλίαν, διαπολεμεῖν ἐξ ἀμφοτέρας βουλόμενοι.
そして王マゴンを将軍に任命し、数万の兵士をシケリアとイタリアへ渡らせた。 両方の地から徹底的に戦争を遂行しようと望んだからである。
§15.15.3ὁ δὲ Διονύσιος καὶ αὐτὸς τὰς δυνάμεις διελόμενος, τῷ μὲν ἑνὶ μέρει πρὸς τοὺς Ἰταλιώτας διηγωνίζετο, τῷ δὲ ἑτέρῳ πρὸς τοὺς Φοίνικας.
一方、ディオニュシオスもまた、自身の軍勢を二つに分け、一方はイタリオタイと徹底的に戦い、他方はフェニキア人と戦った。
πολλαὶ μὲν οὖν κατὰ μέρος ἐγίνοντο μάχαι τοῖς στρατοπέδοις καὶ συμπλοκαὶ μικραὶ καὶ συνεχεῖς, ἐν αἷς οὐδὲν ἀξιόλογον ἔργον συνετελέσθη, δύο δὲ παρατάξεις ἐγένοντο μεγάλαι καὶ περιβόητοι.
さて、両軍の間では、局地的な戦いや、小規模で絶え間ない衝突が数多く行われたが、その中では注目すべき成果は何も達成されなかった。 しかし、二つの大規模で有名な会戦が行われた。
καὶ τῇ μὲν πρώτῃ Διονύσιος θαυμαστῶς ἀγωνισάμενος περὶ τὰ καλούμενα Κάβαλα προετέρησε, καὶ πλείους μὲν τῶν μυρίων ἀνεῖλε τῶν βαρβάρων, οὐκ ἐλάττους δὲ τῶν πεντακισχιλίων ἐζώγρησε·
そして最初の会戦では、ディオニュシオスが、カバラと呼ばれる場所の近くで見事な戦いぶりを見せて勝利を収め、一万人以上の野蛮人を殺害し、五千人を下らない人々を捕虜とした。
τὸ δʼ ἄλλο πλῆθος ἠνάγκασε καταφυγεῖν ἐπί τινα λόφον ἐρυμνὸν καὶ ἄνυδρον παντελῶς.
そして残りの軍勢を、極めて険しく完全に水のない、ある丘へと退却させた。
ἔπεσε δὲ καὶ Μάγων ὁ βασιλεὺς αὐτῶν ἀγωνισάμενος λαμπρῶς.
彼らの王マゴンもまた、華々しく戦ったのちに戦死した。
§15.15.4οἱ δὲ Φοίνικες καταπλαγέντες τὸ μέγεθος τῆς συμφορᾶς εὐθὺς διεπρεσβεύσαντο περὶ διαλύσεων.
フェニキア人たちは、敗北の規模の大きさに愕然とし、ただちに和平のための使節を送った。
ὁ δὲ Διονύσιος ἀπεφήνατο μίαν αὐτοῖς εἶναι σύλλυσιν, ἐὰν ἐκχωρήσωσι τῶν κατὰ τὴν Σικελίαν πόλεων καὶ τὰ δαπανηθέντα χρήματα κατὰ τὸν πόλεμον ἐκτίσωσιν.
しかし、ディオニュシオスは、彼らにとって和解の方法はただ一つ、シケリアの諸都市から退去し、戦争中に支出された費用を賠償することである、と言い渡した。