§15.13.1ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Σικελίαν Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος ἔγνω κατὰ τὸν Ἀδρίαν πόλεις οἰκίζειν.
これら(の出来事)が(ギリシアで)行われているのと同時に、シケリアにおいてはシュラクサイの僭主ディオニュシオスがアドリア海沿岸に諸都市を創建することを決意した。
τοῦτο δὲ ἔπραττε διανοούμενος τὸν Ἰόνιον καλούμενον πόρον ἰδιοποιεῖσθαι, ἵνα τὸν ἐπὶ τὴν Ἤπειρον πλοῦν ἀσφαλῆ κατασκευάσῃ καὶ πόλεις ἔχῃ ἰδίας εἰς τὸ δύνασθαι ναυσὶ καθορμισθῆναι.
彼は、いわゆるイオニア海路を独占することを意図してこのことを行った。 それはエペイロスへの航路を安全なものにし、また船で入港できるように独自の都市を持つためであった。
ἔσπευδε γὰρ ἄφνω μεγάλαις δυνάμεσιν ἐπιπλεῦσαι τοῖς κατὰ τὴν Ἤπειρον τόποις καὶ συλῆσαι τὸ ἐν Δελφοῖς τέμενος, γέμον πολλῶν χρημάτων.
というのも、彼は突然、大軍をもってエペイロス地方に襲いかかり、多くの財宝で満ちているデルポイの神域を略奪することを熱望していたからである。
§15.13.2διὸ καὶ πρὸς Ἰλλυριοὺς ἐποιήσατο συμμαχίαν διʼ Ἀλκέτου τοῦ Μολοττοῦ, ὃς ἐτύγχανε φυγὰς ὢν καὶ διατρίβων ἐν ταῖς Συρακούσαις.
それゆえ、彼はたまたま亡命者としてシュラクサイに滞在していたモロッソス人のアルケタスを仲介として、イリュリア人たちとも同盟を結んだ。
τῶν δʼ Ἰλλυριῶν ἐχόντων πόλεμον, ἐξαπέστειλεν αὐτοῖς συμμάχους στρατιώτας δισχιλίους καὶ πανοπλίας Ἑλληνικὰς πεντακοσίας.
イリュリア人たちが戦争を行っていたので、彼は彼らに同盟軍として二千人の兵士と五百組のギリシア式武具一式を送った。
οἱ δʼ Ἰλλυριοὶ τὰς μὲν πανοπλίας ἀνέδωκαν τοῖς ἀρίστοις τῶν στρατιωτῶν, τοὺς δὲ στρατιώτας κατέμιξαν τοῖς ἰδίοις στρατιώταις.
イリュリア人たちは、武具を兵士たちのうち最精鋭の者たちに配り、送られた兵士たちは自分たちの軍勢の中に組み入れた。
§15.13.3πολλὴν δὲ δύναμιν ἀθροίσαντες ἐνέβαλον εἰς τὴν Ἤπειρον καὶ κατῆγον τὸν Ἀλκέταν ἐπὶ τὴν τῶν Μολοττῶν βασιλείαν.
そして大軍を集めてエペイロスに侵入し、アルケタスをモロッソス人の王位へと復位させた。
οὐδενὸς δʼ αὐτοῖς προσέχοντος, τὸ μὲν πρῶτον ἐπόρθησαν τὴν χώραν, μετὰ δὲ ταῦτα τῶν Μολοττῶν ἀντιταττομένων ἐγένετο μάχη καρτερά, καθʼ ἣν νικήσαντες οἱ Ἰλλυριοὶκατέκοψαν τῶν Μολοττῶν πλείους τῶν μυρίων πεντακισχιλίων.
誰も彼らに立ち向かわなかったため、彼らは最初は国を荒らしまわったが、その後にモロッソス人たちが防戦に立ち上がると激しい戦闘が起こり、そこにおいてイリュリア人たちは勝利を収め、モロッソス人のうち一万五千人以上を討ち取った。
τοιαύτῃ δὲ συμφορᾷ τῶν Ἠπειρωτῶν περιπεσόντων, Λακεδαιμόνιοι πυθόμενοι τὰ συμβεβηκότα συμμαχίαν ἐξέπεμψαν τοῖς Μολοττοῖς, διʼ ἧς τοῦ πολλοῦ θράσους ἔπαυσαν τοὺς βαρβάρους.
エペイロス人たちがこのような災難に陥ったので、何が起こったかを知ったラケダイモン人たちは、モロッソス人たちに同盟軍を派遣し、それによって野蛮人たちの過度の傲慢さを食い止めた。
§15.13.4ἅμα δὲ τούτοις πραττομένοις Πάριοι κατά τινα χρησμὸν ἀποικίαν ἐκπέμψαντες εἰς τὸν Ἀδρίαν ἔκτισαν ἐν αὐτῷ νῆσον τὴν ὀνομαζομένην Φάρον, συμπράξαντος αὐτοῖς Διονυσίου τοῦ τυράννου.
これらのことが行われているのと同時に、パロス島人たちは、ある神託に従ってアドリア海に植民市を派遣し、僭主ディオニュシオスの協力を得て、その海にファロスと呼ばれる島を創建した。
οὗτος γὰρ ἀποικίαν ἀπεσταλκὼς εἰς τὸν Ἀδρίαν οὐ πολλοῖς πρότερον ἔτεσιν ἐκτικὼς ἦν τὴν πόλιν τὴν ὀνομαζομένην Λίσσον.
というのも、このディオニュシオスは、アドリア海に植民市を派遣して、それより数年前にリッソスと呼ばれる都市をすでに創建していたからである。
§15.13.5ἐκ ταύτης οὖν ὁρμώμενος Διονύσιος σχολὴν ἄγων κατεσκεύασε νεώρια διακοσίαις τριήρεσι, καὶ τεῖχος περιέβαλε τῇ πόλει τηλικοῦτο τὸ μέγεθος, ὥστε τῇ πόλει γενέσθαι τὸν περίβολον μέγιστον τῶν Ἑλληνίδων πόλεων.
それゆえ、ディオニュシオスはこれを出発点として、平和を享受するなかで、三段櫂船二百隻を収容できる造船所を建設し、都市の周囲に、その外周がギリシアの諸都市の中で最大となるほどの巨大な壁を巡らせた。
κατεσκεύασε δὲ καὶ γυμνάσια μεγάλα παρὰ τὸν Ἄναπον ποταμόν, θεῶν τε ναοὺς κατεσκεύασε καὶ τἄλλα τὰ συντείνοντα πρὸς αὔξησιν πόλεως καὶ δόξαν.
また彼はアナポス川のほとりに大きな体育場を建設し、神々の神殿を建設し、その他、都市の繁栄と栄光に寄与するあらゆるものを建設した。