§15.12.1κατὰ δὲ τὴν Ἑλλάδα Λακεδαιμονίων πορθούντων Μαντίνειαν, τὸ μὲν θέρος διετέλεσαν οἱ Μαντινεῖς γενναίως ἀγωνιζόμενοι πρὸς τοὺς πολεμίους·
一方、ギリシアにおいては、ラケダイモン人たちがマンティネイアを包囲・略奪するなか、夏の間、マンティネイア市民たちは敵に対して勇敢に戦い続けた。
ἐδόκουν γὰρ ἀνδρείᾳ διαφέρειν τῶν Ἀρκάδων, καὶ διὰ τοῦθʼ οἱ Λακεδαιμόνιοι πρότερον εἰώθεισαν ἐν ταῖς μάχαις τούτους παραστάτας ἔχειν καὶ πιστοτάτους τῶν συμμάχων·
というのも、彼らはアルカディア人のうちでも勇気において傑出していると考えられており、このためにラケダイモン人たちも、以前は戦いにおいて彼らを(戦列の)傍らに配し、同盟者のうちで最も信頼できる者とするのを常としていたからである。
τοῦ δὲ χειμῶνος ἐνστάντος, καὶ τοῦ παρὰ τὴν Μαντίνειαν ποταμοῦ μεγάλην αὔξησιν ἐκ τῶν ὄμβρων λαβόντος, οἱ Λακεδαιμόνιοι τὸ ῥεῦμα τοῦ ποταμοῦ διαλαβόντες μεγάλοις χώμασιν ἀπέστρεψαν τὸν ποταμὸν εἰς τὴν πόλιν καὶ πάντα τὸν σύνεγγυς τόπον ἐποίησαν λιμνάζειν.
しかし冬が到来し、雨によってマンティネイアの傍らの川が大きく増水したとき、ラケダイモン人たちは大がかりな堤防によって川の流れを遮り、その川を市へと偏向させ、付近の全地域を湖のようにしてしまった。
§15.12.2διὸ καὶ τῶν οἰκιῶν πιπτουσῶν καταπλαγέντες οἱ Μαντινεῖς ἠναγκάσθησαν τὴν πόλιν παραδοῦναι τοῖς Λακεδαιμονίοις.
それゆえ、家々が崩壊していくなかで恐れをなしたマンティネイア市民たちは、市をラケダイモン人たちに引き渡すことを余儀なくされた。
οἱ δὲ παραλαβόντες ἄλλο μὲν οὐθὲν κακὸν εἰργάσαντο τοὺς Μαντινεῖς, προσέταξαν δὲ εἰς τὰς ἀρχαίας κώμας μετοικισθῆναι.
市を受け取ったラケダイモン人たちは、マンティネイア市民に対して他のいかなる危害も加えなかったが、かつての村々へ移住することを命じた。
διόπερ ἠναγκάσθησαν τὴν μὲν ἰδίαν πατρίδα κατασκάπτειν, εἰς δὲ τὰς κώμας μετοικῆσαι.
それゆえ、彼らは自らの祖国を取り壊し、村々へと移住することを余儀なくされた。