Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.10.1-15.10.4

提里巴佐斯受审与获判无罪

第 422 段,共 723 段 · 希腊语

内容简介

结束与卡杜西人的战争后,国王阿尔塔薛西斯在严厉警告枉法裁判的氛围下对提里巴佐斯进行审判。提里巴佐斯通过列举自己过去的功勋(如在狮口下救出国王、与埃瓦戈拉斯及斯巴达人谈判中的贡献)成功自辩,最终获得一致无罪释放。

§15.10.1Ἀρταξέρξης δὲ καταλύσας τὸν πρὸς Καδουσίους πόλεμον προέθηκε κρίσιν Τιριβάζῳ, καὶ δικαστὰς τρεῖς ἀπέδωκε τῶν μάλιστα εὐδοκιμούντων παρὰ τοῖς Πέρσαις.
阿尔塔薛西斯在结束了与卡杜西人的战争后,对提里巴佐斯提起审判,并从波斯人中最具声望的人当中指派了三名法官。
κατὰ τούτους δὲ τοὺς χρόνους ἕτεροι δικασταὶ δόξαντες κακῶς κρίνειν ζῶντες ἐξεδάρησαν, καὶ ὑπὲρ τῶν δικαστικῶν δίφρων περιταθέντων τῶν δερμάτων ἐπὶ τούτων ἐδίκαζον οἱ δικασταί, παρʼ ὀφθαλμοὺς ἔχοντες παράδειγμα τῆς ἐν τῷ κακῶς κρίνειν τιμωρίας.
就在这段时期,其他被认为枉法裁判的法官被活生生地剥了皮,他们的皮被张贴铺在法官的座椅上,法官们便坐在这些皮上进行审判,以此将枉法裁判所受惩罚的警示放在眼前。
§15.10.2οἱ μὲν οὖν κατηγοροῦντες τὴν ἐπιστολὴν ἀναγνόντες τὴν πεμφθεῖσαν ὑπὸ τοῦ Ὀρόντου, ταύτην ἱκανῶς ἔφασαν ἔχειν πρὸς κατηγορίαν·
于是,起诉者们宣读了奥龙特斯送来的信件,声称这信件足以作为起诉的证据。
ὁ δὲ Τιρίβαζος πρὸς μὲν τὴν κατὰ τὸν Εὐαγόραν διαβολὴν τὴν ὑπʼ Ὀρόντου γεγενημένην συνθήκην τὸν Εὐαγόραν ὑπακούσειν ὡς βασιλέα βασιλεῖ προήνεγκεν· ἑαυτὸν δὲ τὴν εἰρήνην συντεθεῖσθαι, ὥστε ὑπακούειν Εὐαγόραν τῷ βασιλεῖ ὡς δοῦλον δεσπότῃ·
而提里巴佐斯针对奥龙特斯对埃瓦戈拉斯的诽谤,提出了协定,其中规定埃瓦戈拉斯将以国王的身份服从国王;而他自己则声称曾试图达成和平,使埃瓦戈拉斯像奴隶服从主人那样服从国王。
περὶ δὲ τῶν χρησμῶν ἔφησε μὴ χρηματίζειν τὸν θεὸν καθόλου περὶ θανάτου, καὶ τούτου μάρτυρας παρείχετο πάντας τοὺς παρόντας Ἕλληνας.
关于神谕,他说神根本不就死亡进行宣示,并为此请在场的所有希腊人作证。
περὶ δὲ τῆς φιλίας τῆς πρὸς Λακεδαιμονίους ἀπελογεῖτο, λέγων οὐκ ἐπὶ τῷ ἰδίῳ συμφέροντι, ἀλλʼ ἐπὶ τῷ τοῦ βασιλέως λυσιτελεῖ πεποιῆσθαι τὴν φιλίαν· καὶ διὰ ταύτης παρεδείκνυε τῶν μὲν Λακεδαιμονίων παρῃρῆσθαι τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας, τῷ δὲ βασιλεῖ παραδεδόσθαι ἐκδότους.
关于与拉栖代梦人的友谊,他自辩说,建立这种友谊并非为了自己的私利,而是为了国王的利益;并且他通过这一点证明,亚洲的希腊人已经从拉栖代梦人手中被夺走,并被移交给国王。
ἐπὶ τελευτῆς δὲ τῆς ἀπολογίας ὑπέμνησε τοὺς δικαστὰς ὧν τὸν βασιλέα πρότερον ἦν εὐεργετηκώς.
在辩词的最后,他提醒法官们注意他以前曾对国王立下的诸多功勋。
§15.10.3λέγεται δὲ πολλὰς μὲν καὶ ἄλλας χρείας ἐνδεδεῖχθαι τῷ βασιλεῖ, μίαν δὲ μεγίστην, ἐξ ἧς αὐτὸν θαυμασθῆναι συνέβη καὶ μέγιστον γενέσθαι φίλον·
据说他还向国王展示了许多其他服务,但其中有一项最为重大,因此他赢得了国王的赞赏并成为其最伟大的朋友。
κατὰ γάρ τινα κυνηγίαν ἐφʼ ἅρματος ὀχουμένου τοῦ βασιλέως δύο λέοντας ἐπʼ αὐτὸν ὁρμῆσαι, καὶ τῶν μὲν ἵππων τῶν ἐν τῷ τεθρίππῳ δύο διασπάσαι, τὴν δʼ ὁρμὴν ἐπʼ αὐτὸν ποιεῖσθαι τὸν βασιλέα· καθʼ ὃν δὴ καιρὸν ἐπιφανέντα τὸν Τιρίβαζον τοὺς μὲν λέοντας ἀποκτεῖναι, τὸν δὲ βασιλέα ἐκ τῶν κινδύνων ἐξελέσθαι.
因为在一次狩猎中,当国王乘着战车时,两只狮子向他扑来,撕碎了四马战车中的两匹马,并直接向国王本人发起袭击;就在此时,提里巴佐斯挺身而出,杀死了狮子,将国王从危险中解救出来。
§15.10.4ἔν τε τοῖς πολέμοις ἀνδρείᾳ διενεγκεῖν φασὶν αὐτὸν καὶ κατὰ τὰς συμβουλὰς οὕτως εὐστοχεῖν, ὥστε τὸν βασιλέα χρώμενον ταῖς ἐκείνου παραγγελίαις μηδέποτε διαμαρτεῖν.
据说他在战争中勇猛过人,在出谋划策时也极其精准,以至于国王采用他的建议时从未失误。
τοιαύτῃ δʼ ἀπολογίᾳ χρησάμενος ὁ Τιρίβαζος ἀπελύθη τῶν ἐγκλημάτων ὡμολογημένως ὑπὸ πάντων τῶν δικαστῶν.
提里巴佐斯作了这样的辩护后,在所有法官一致同意下被宣告无罪,免除了指控。

词汇与语法注释

  1. 15.10.1περιταθέντων τῶν δερμάτων — 独立属格“περιταθέντων τῶν δερμάτων”(皮被张贴铺开)被插入在前置词 ὑπέρ 及其支配的属格名词 τῶν δικαστικῶν δίφρων 之间。 “ἐπὶ τούτων”(在这些之上)中的 τούτων 指代铺了皮的“法官座椅”。
  2. 15.10.2ἑαυτὸν δὲ τὴν εἰρήνην συντεθεῖσθαι — ἑαυτόν 是对格不定式的主语,指代提里巴佐斯本人。不定式 συντεθεῖσθαι(完成中被动不定式)依赖于上下文中省略的表示“声称”或“主张”的动词,用以对比提里巴佐斯自己试图达成的和约条件与奥龙特斯实际达成的协定。
  3. 15.10.2ὧν τὸν βασιλέα πρότερον ἦν εὐεργετηκώς — 关系代名词 ὧν 发生了属格吸引。由于先行词 ἐκείνων(那些事)被省略,且主句动词 ὑπέμνησε(使……想起)支配属格,关系代名词由原来的对格(源自 εὐεργετέω 的双重对格结构:τὸν βασιλέα εὐεργετηκώς [ἃ] “对国王所施予的恩惠”)被吸引为属格。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.10.1-15.10.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.10.1-15.10.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。