§14.93.1περὶ δὲ τὸν αὐτὸν χρόνον καὶ Σάτυρος ὁ Σπαρτάκου μὲν υἱός, βασιλεὺς δὲ Βοσπόρου, ἐτελεύτησεν, ἄρξας ἔτη τετταράκοντα·
同時期に、スパルタコスの子でボスポロスの王であるサテュロスも、四十年間支配した後に世を去った。
τὴν ἡγεμονίαν δὲ διεδέξατο ὁ υἱὸς Λεύκων ἐπʼ ἔτη τετταράκοντα.
そして、その息子レウコンが四十年にわたって支配権を継承した。
§14.93.2κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι πολιορκοῦντες ἑνδέκατον ἔτος Βηίους κατέστησαν αὐτοκράτορα μὲν Μάρκον Φούριον, ἵππαρχον δὲ Πόπλιον Κορνήλιον.
イタリアにおいては、ローマ人たちが十一年にわたりウェイイを包囲していたが、マルクス・フリウスを独裁官に、プブリウス・コルネリウスを騎兵長官に任命した。
οὗτοι δὲ ἀναλαβόντες τὰς δυνάμεις Βηίους ἐξεπολιόρκησαν διώρυγα κατασκευάσαντες, καὶ τὴν πόλιν ἐξανδραποδισάμενοι τούς τε ἄνδρας καὶ τὴν ἄλλην λείαν ἐλαφυροπώλησαν.
彼らは軍を率いて、坑道を建設することでウェイイを攻め落とし、その市を奴隷に売り払うとともに、人々やその他の戦利品を競売にかけた。
§14.93.3ὁ μὲν οὖν αὐτοκράτωρ θρίαμβον ἤγαγεν, ὁ δὲ τῶν Ῥωμαίων δῆμος ἐκ τῶν λαφύρων δεκάτην ἐξελόμενος χρυσοῦν κατεσκεύασε κρατῆρα καὶ εἰς Δελφοὺς ἀνέθηκεν.
こうして独裁官は凱旋式を挙行し、ローマの民衆は戦利品から十分の一を取り分けて黄金のクラーテールを製作し、デルポイに奉納した。
§14.93.4οἱ δὲ κομίζοντες αὐτὸν πρεσβευταὶ λῃσταῖς Λιπαραίοις περιέπεσον, καὶ πάντες αἰχμαλωτισθέντες κατήχθησαν εἰς Λιπάραν.
それを運んでいた使節たちはリパラの海賊たちに遭遇し、全員が捕虜となってリパラへと連行された。
Τιμασίθεος δʼ ὁ τῶν Λιπαραίων στρατηγὸς γνοὺς τὸ γεγενημένον, τούς τε πρεσβευτὰς ἀνέσωσε καὶ τὸ χρυσίον ἀποδοὺς εἰς Δελφοὺς τοὺς πρέσβεις ἀποκατέστησεν.
しかし、リパラ人の将軍ティマシテオスは事の顛末を知ると、使節たちを救い出し、その黄金を返還して、使節たちをデルポイへと送り届けた。
οἱ δὲ τὸν κρατῆρα κομίζοντες, ἀναθέντες αὐτὸν εἰς τὸν τῶν Μασσαλιητῶν θησαυρόν, εἰς Ῥώμην ἀνέστρεψαν.
クラーテールを運んでいた彼らは、それをマッサリア人の宝庫に奉納した上で、ローマへと帰還した。
§14.93.5διόπερ ὁ δῆμος τῶν Ῥωμαίων πυθόμενος τὴν τοῦ Τιμασιθέου καλοκἀγαθίαν, παραχρῆμα αὐτὸν ἐτίμησε δημόσιον δοὺς κατάλυμα, καὶ μετὰ ταῦτʼ ἔτεσιν ἑκατὸν τριάκοντα ἑπτὰ τὴν Λιπάραν ἀφελόμενος τῶν Καρχηδονίων τοὺς ἐγγόνους τοῦ Τιμασιθέου τῶν τε εἰσφορῶν ἀτελεῖς ἀφῆκε καὶ ἐλευθέρους ἐποίησεν.
それゆえローマの民衆は、ティマシテオスの高潔さを知ると、直ちに彼に公的な宿舎を与えて顕彰し、これより百三十七年の後、カルタゴ人からリパラを奪い取った際、ティマシテオスの子孫たちを税から免除し、自由の身とした。