§14.89.1Παυσανίας δὲ ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐγκαλούμενος ὑπὸ τῶν πολιτῶν ἔφυγεν, ἄρξας ἔτη δεκατέτταρα·
ラケダイモーン人たちの王パウサニアスは、市民たちから告発されて亡命した。 彼は十四年間王位に就いていた。
τὴν δὲ βασιλείαν διαδεξάμενος ὁ υἱὸς Ἀγησίπολις ἦρξε τὸν ἴσον τῷ πατρὶ χρόνον.
王位を継承した息子のアゲシポリスは、父と同じだけの期間、統治した。
§14.89.2ἐτελεύτησε δὲ καὶ Παυσανίας ὁ τῶν Μακεδόνων βασιλεύς, ἀναιρεθεὶς ὑπὸ Ἀμύντου δόλῳ, ἄρξας ἐνιαυτόν·
また、マケドニア人たちの王パウサニアスも、アミュンタスによって謀略によって殺害され、一年間統治したのちに世を去った。
τὴν δὲ βασιλείαν κατέσχεν Ἀμύντας, καὶ ἦρξεν ἔτη εἴκοσι τέσσαρα.
そしてアミュンタスが王位を獲得し、二十四年間統治した。