§14.88.1οἱ δὲ Σικελοὶ παρὰ τῶν πατέρων ἐκ παλαιοῦ παρειληφότες ὅτι τὰ μέρη ταῦτα τῆς νήσου Σικελῶν κατεχόντων Ἕλληνες πρώτως καταπλεύσαντες ἔκτισαν μὲν Νάξον, ἐξέβαλον δʼ ἐκ τούτου τοῦ λόφου τοὺς τότε κατοικοῦντας Σικελούς·
しかしシケロイ人たちは、この島のこれらの地域をシケロイ人が占有していたときに、ギリシア人が最初に船でやって来てナクソスを創建し、当時住んでいたシケロイ人をこの丘から追い出したのだということを昔から父祖たちより受け継いで知っていた。
διὸ δὴ φάσκοντες πατρῴαν ἀνακτήσασθαι χώραν καὶ περὶ ὧν εἰς τοὺς ἑαυτῶν προγόνους ἐξήμαρτον Ἕλληνες ἀμύνασθαι δικαίως, ἐφιλοτιμοῦντο κατασχεῖν τὸν λόφον.
それゆえ、彼らは父祖伝来の土地を取り戻すのだと主張し、またギリシア人が自分たちの先祖に対して犯した悪行について正当に復讐するのだと主張して、その丘を保持することに情熱を燃やした。
§14.88.2ὑπερβαλλούσης δὲ φιλονεικίας παρʼ ἀμφοτέροις οὔσης, ἔτυχον μὲν οὖσαι τροπαὶ χειμεριναί, καὶ διὰ τοὺς ἐπιγινομένους χειμῶνας ὁ περὶ τὴν ἀκρόπολιν τόπος πλήρης ἦν χιόνος.
両者の間で非常に激しい執念が燃え上がるなか、ちょうど冬至の時期にあたっており、次々とやってくる冬の嵐のせいでアクロポリスの周囲は雪で覆われていた。
ἐνταῦθα δὴ Διονύσιος τοὺς Σικελοὺς διὰ τὴν ὀχυρότητα καὶ τὴν ὑπερβολὴν τοῦ τείχους ῥᾳθυμοῦντας περὶ τὴν κατὰ τὴν ἀκρόπολιν φυλακὴν εὑρών, ὥρμησε νυκτὸς ἀσελήνου καὶ χειμερίου πρὸς τοὺς ἀνωτάτω τόπους.
そこでディオニュシオスは、シケロイ人たちが地勢の堅固さと城壁の高さのゆえにアクロポリスの守備を怠っているのを見いだし、月がなく嵐の吹く夜に、最も高い場所へと急進した。
§14.88.3πολλὰ δὲ κακοπαθήσας διά τε τὴν τῶν κρημνῶν δυσχέρειαν καὶ τὸ πλῆθος τῆς χιόνος, μιᾶς μὲν ἀκροπόλεως ἐκυρίευσε, καὶ τὸ πρόσωπον ἐξήλκωσε καὶ τὰς ὄψεις ἔβλαψε διὰ τὸ ψῦχος·
彼は絶壁の険しさと大量の雪のせいで多くの苦難を味わったが、一方のアクロポリスを占領した。 しかし寒さのせいで顔に凍傷を負い、視力を損ねた。
μετὰ δὲ ταῦτα εἰς τὸ ἕτερον μέρος παρεισπεσὼν εἰσήγαγε τὴν δύναμιν εἰς τὴν πόλιν.
この後、もう一方の側に忍び込んで、軍勢を市内に導入した。
τῶν δὲ Σικελῶν ἀθρόων βοηθησάντων ἐξεώσθησαν οἱ μετὰ τοῦ Διονυσίου, καὶ αὐτὸς ἐν τῇ φυγῇ τυπτόμενος εἰς τὸν θώρακα περιεκυλίσθη, καὶ παρʼ ὀλίγον συνελήφθη ζῶν.
だが、シケロイ人たちが一斉に救援に駆けつけたため、ディオニュシオスの配下の者たちは押し戻され、彼自身も退却の際、胸当てに打撃を受けて転がり落ち、もう少しで生け捕りにされるところであった。
§14.88.4τῶν δὲ Σικελῶν ἐπικειμένων ἐξ ὑπερδεξίων τόπων, ἀνῃρέθησαν μὲν τῶν μετὰ Διονυσίου πλείους τῶν ἑξακοσίων, ἀπέβαλον δὲ τὰς πανοπλίας οἱ πλεῖστοι·
シケロイ人たちが高い場所から襲いかかったため、ディオニュシオスの配下の者のうち六百人以上が殺害され、大半の者が武具を失った。
καὶ αὐτὸς δὲ ὁ Διονύσιος μόνον τὸν θώρακα διέσωσεν.
そしてディオニュシオス自身も、胸当てだけを何とか失わずに逃れた。
§14.88.5μετὰ δὲ τὴν ἀτυχίαν ταύτην Ἀκραγαντῖνοι καὶ Μεσσήνιοι τοὺς τὰ Διονυσίου φρονοῦντας μεταστησάμενοι, τῆς ἐλευθερίας ἀντείχοντο καὶ τῆς τοῦ τυράννου συμμαχίας ἀπέστησαν.
この不運の後、アクラガス人とメッセネ人たちは、ディオニュシオスに与する者たちを追放し、自由を固守して、僭主との同盟から離脱した。