§14.40.1Ῥηγῖνοι δὲ Χαλκιδέων ὄντες ἄποικοι τὴν αὔξησιν τοῦ Διονυσίου χαλεπῶς ἑώρων.
ハルキス人の植民者であったレギオンの人々は、ディオニュシオスの台頭を苦々しく見ていた。
Ναξίους μὲν γὰρ καὶ Καταναίους συγγενεῖς ὄντας ἐξηνδραποδίσατο, τοῖς δὲ Ῥηγίνοις, γένους τοῦ αὐτοῦ μετέχουσι τοῖς ἠτυχηκόσιν, οὐ τὴν τυχοῦσαν ἀγωνίαν παρεῖχε τὸ γεγονός, πάντων εὐλαβουμένων μὴ ταῖς αὐταῖς συμφοραῖς περιπέσωσιν.
というのも、ディオニュシオスは彼らの同族であるナクソス人とカタネ人を奴隷化しており、不幸な目に遭った人々と同じ民族に属しているレギオンの人々にとって、この出来事は並大抵ではない不安をもたらし、皆が自分たちも同じ災難に陥るのではないかと警戒していたからである。
§14.40.2ἔδοξεν οὖν αὐτοῖς, πρὶν τελείως ἰσχυρὸν γενέσθαι τὸν τύραννον, στρατεύειν ἐπʼ αὐτὸν κατὰ τάχος.
そこで、僭主が完全に強力になる前に、急ぎ彼に対して遠征することが彼らの間で決定された。
παραχρῆμα δὲ συνεβάλοντο πρὸς τὸν πόλεμον οὐκ ἐλάχιστα καὶ οἱ φυγαδευθέντες τῶν Συρακοσίων ὑπὸ Διονυσίου·
直ちに、ディオニュシオスによって追放されたシラクサの亡命者たちもまた、この戦争のために少なからぬ貢献をした。
τότε γὰρ οἱ πλεῖστοι διατρίβοντες ἐν Ῥηγίῳ διετέλουν περὶ τούτων διαλεγόμενοι, διδάσκοντες ὅτι συνεπιθήσονται τῷ καιρῷ πάντες οἱ Συρακόσιοι.
当時、彼らの大半はレギオンに滞在しており、絶えずこれらについて話し合い、時機が来ればシラクサ人全員が共同して襲いかかるだろうと説いていたからである。
§14.40.3τέλος δὲ καταστήσαντες στρατηγούς, ἐξέπεμψαν μετʼ αὐτῶν πεζοὺς μὲν ἑξακισχιλίους, ἱππεῖς δὲ ἑξακοσίους, τριήρεις δὲ πεντήκοντα.
ついに彼らは将軍たちを任命し、彼らとともに歩兵六千、騎兵六百、三段櫂船五十隻を派遣した。
οὗτοι δὲ διαπλεύσαντες τὸν πορθμὸν ἔπεισαν τοὺς τῶν Μεσσηνίων στρατηγοὺς κοινωνῆσαι τοῦ πολέμου, φάσκοντες δεινὸν εἶναι περιιδεῖν ἀστυγείτονας Ἑλληνίδας πόλεις ἄρδην ἀνῃρημένας ὑπὸ τοῦ τυράννου.
彼らは海峡を渡ると、メッセネの将軍たちを説得して戦争に参加させ、近隣のギリシアの都市が僭主によって根こそぎ滅ぼされるのを傍観することは恐るべきことであると主張した。
§14.40.4οἱ μὲν οὖν στρατηγοὶ πεισθέντες τοῖς Ῥηγίνοις ἄνευ τῆς τοῦ δήμου γνώμης ἐξήγαγον τοὺς στρατιώτας·
メッセネの将軍たちは、レギオンの人々に説得され、民衆の承認を得ることなく兵士たちを率いて出撃した。
ἦσαν δʼ οὗτοι πεζοὶ μὲν τετρακισχίλιοι, ἱππεῖς δὲ τετρακόσιοι, τριήρεις δὲ τριάκοντα.
これらは歩兵四千、騎兵四百、三段櫂船三十隻であった。
ἐπεὶ δὲ προῆλθον αἱ προειρημέναι δυνάμεις πρὸς τοὺς ὅρους τῆς Μεσσήνης, ἐνέπεσεν εἰς τοὺς στρατιώτας στάσις, Λαομέδοντος τοῦ Μεσσηνίου δημηγορήσαντος·
しかし、前述の軍勢がメッセネの国境まで進んだとき、メッセネ人のラオメドンが演説したことにより、兵士たちの間に不和が生じた。
§14.40.5οὗτος γὰρ συνεβούλευε μὴ κατάρχεσθαι πολέμου πρὸς τὸν Διονύσιον μηδὲν αὐτοὺς ἠδικηκότα.
というのも、彼は、自分たちに何の不義も働いていないディオニュシオスに対して戦争を始めるべきではない、と忠告したからである。
οἱ μὲν οὖν τῶν Μεσσηνίων στρατιῶται, τὸν πόλεμον οὐκ ἐπικεκυρωκότος τοῦ δήμου, παραχρῆμʼ ἐπείσθησαν, καὶ τοὺς στρατηγοὺς καταλιπόντες ἀνέκαμψαν εἰς τὴν πατρίδα·
そこで、メッセネの兵士たちは、民衆がその戦争を承認していなかったため、直ちに説得され、将軍たちを置き去りにして祖国へと引き返した。
§14.40.6Ῥηγῖνοι δʼ οὐκ ὄντες ἀξιόμαχοι καθʼ ἑαυτούς, ἐπειδὴ τοὺς Μεσσηνίους ἑώρων διαλύοντας τὸ στρατόπεδον, καὶ αὐτοὶ ταχέως ἀνέκαμψαν εἰς Ῥήγιον.
レギオンの人々は自分たちだけでは戦うに十分な戦力ではなかったので、メッセネ人が軍陣を解くのを見るや、彼ら自身も速やかにレギオンへと引き返した。
Διονύσιος δὲ τὸ μὲν πρῶτον ἐπὶ τοὺς ὅρους τῆς Συρακοσίας ἐξήγαγε τὴν δύναμιν, προσδεχόμενος τὴν τῶν πολεμίων ἔφοδον· ὡς δʼ ἤκουσε τὴν ἀνάζευξιν αὐτῶν, ἀπήγαγε τὴν στρατιὰν εἰς τὰς Συρακούσας·
他方、ディオニュシオスは最初、敵の来襲を待ち受けて、シラクサの国境に軍勢を率いて出ていたが、彼らの撤退を聞くと、軍をシラクサに引き揚げさせた。
§14.40.7διαπρεσβευσαμένων δὲ τῶν Ῥηγίνων καὶ τῶν Μεσσηνίων περὶ εἰρήνης, κρίνων συμφέρον εἶναι διαλύεσθαι τὴν ἔχθραν πρὸς τὰς πόλεις, συνέθετο τὴν εἰρήνην.
レギオンの人々とメッセネの人々が和平について使節を送ってくると、彼はそれらの都市との敵対関係を解消することが有益であると判断し、和平を結んだ。