Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §14.24.1-14.24.7

クレアルコスの防戦とアリダイオスの共闘提案

318 / 723 箇所 · ギリシア語

要旨

キュロスの死後、サトラップのアリダイオスは撤退し、クレアルコス率いるギリシア軍は孤立を警戒して整列し直す。夜間に接近した王の軍勢を撃退したギリシア軍は、後にアリダイオスから海沿いへ共同で撤退するよう提案を受ける。

§14.24.1ἐκ δὲ θατέρου μέρους Ἀριδαῖος ὁ Κύρου σατράπης τεταγμένος ἐπὶ τῆς ἡγεμονίας τὸ μὲν πρῶτον εὐρώστως ἐδέξατο τοὺς ἐπιόντας βαρβάρους·
他方の側では、指揮権を委ねられて配置されていたキュロスのサトラップであるアリダイオスが、最初は突進してくる異民族を力強く迎え撃った。
μετὰ δὲ ταῦτα τῆς φάλαγγος ἐπὶ πολὺ παρεκτεινούσης κυκλούμενος καὶ τὴν Κύρου τελευτὴν πυθόμενος, ἔφυγε μετὰ τῶν ἰδίων στρατιωτῶν πρός τινα τῶν ἰδίων σταθμῶν, ἔχοντα καταφυγὴν οὐκ ἀνεπιτήδειον.
しかしその後、敵の戦列が長く伸びていたために包囲され、またキュロスの死を知ると、自らの兵士たちとともに、適当な避難所を備えた自らの宿営地の一つへと逃れた。
§14.24.2Κλέαρχος δὲ θεωρῶν τήν τε μέσην τάξιν καὶ τἄλλα μέρη τῶν συμμάχων τετραμμένα, τοῦ μὲν διώκειν ἀπέστη, τοὺς δὲ στρατιώτας ἀνακαλούμενος καθίστα·
他方、クレアルコスは、中央の戦列および同盟軍の他の部分が敗走したのを見て、追撃を止め、兵士たちを呼び戻して整列させた。
εὐλαβεῖτο γὰρ μήποτε πάσης τῆς δυνάμεως ἐπὶ τοὺς Ἕλληνας ἐλθούσης κυκλωθῶσι καὶ πάντες ἀπόλωνται.
というのも、もし敵の全軍がギリシア人たちに向かって押し寄せた場合に、包囲されて全員が滅ぼされるのではないかと警戒したからである。
§14.24.3οἱ δὲ μετὰ τοῦ βασιλέως ταχθέντες ἐπειδὴ τὰ καθʼ αὑτοὺς ἐτρέψαντο, πρῶτον μὲν τὴν ἀποσκευὴν τοῦ Κύρου διήρπασαν, μετὰ δὲ ταῦτα ἤδη νυκτὸς ἐπελθούσης ἀθροισθέντες ἐπὶ τοὺς Ἕλληνας ὥρμησαν·
王とともに配置されていた者たちは、直面する敵を敗走させると、まずキュロスの輜重を略奪し、その後、すでに夜が訪れたころ、集結してギリシア人たちへと突進した。
ὧν δεξαμένων τὴν ἔφοδον εὐγενῶς, ὀλίγον μὲν χρόνον ὑπέμενον οἱ βάρβαροι, μετʼ ὀλίγον δὲ ταῖς τόλμαις καὶ ταῖς εὐχειρίαις νικώμενοι πρὸς φυγὴν ὥρμησαν.
彼らがその襲撃を勇敢に受け止めると、異民族たちはほんの短い間こそ持ちこたえたものの、まもなく彼らの大胆さと手際の良さに圧倒されて、逃走へと移った。
§14.24.4οἱ δὲ περὶ Κλέαρχον πολλοὺς τῶν βαρβάρων ἀνελόντες, ὡς ἤδη νὺξ ἦν, ἀναχωρήσαντες τρόπαιον ἔστησαν, καὶ περὶ δευτέραν σχεδὸν φυλακὴν ἔφθασαν εἰς τὴν παρεμβολήν.
クレアルコスの部隊は多くの異民族を討ち取り、すでに夜になっていたので、撤退して戦勝記念碑を建て、ほぼ第二見張りの頃に宿営地に到着した。
§14.24.5τῆς δὲ μάχης τοιοῦτον τέλος λαβούσης ἀνῃρέθησαν τῶν τοῦ βασιλέως πλείους τῶν μυρίων πεντακισχιλίων, ὧν τοὺς πλείστους ἀνεῖλον οἱ μετὰ Κλεάρχου ταχθέντες Λακεδαιμόνιοί τε καὶ μισθοφόροι.
戦闘がこのような結末を迎えたとき、王の側の兵のうち1万5千人以上が討ち死にし、その大部分は、クレアルコスの指揮下に配置されていたラケダイモン人と傭兵たちによって討ち取られた。
§14.24.6ἐκ δὲ θατέρου μέρους τῶν Κύρου στρατιωτῶν ἔπεσον περὶ τρισχιλίους·
他方の側、すなわちキュロスの兵士たちのうちでは、約3千人が戦死した。
τῶν δὲ Ἑλλήνων φασὶν ἀναιρεθῆναι μὲν οὐδένα, τρωθῆναι δʼ ὀλίγους.
しかしギリシア人については、一人の死者も出ず、負傷したのもわずか数名であったと言われている。
§14.24.7τῆς δὲ νυκτὸς παρελθούσης Ἀριδαῖος ὁ πεφευγὼς εἰς τὸν σταθμὸν ἀπέστειλέ τινας πρὸς τὸν Κλέαρχον, παρακαλῶν πρὸς ἑαυτὸν ἀπαγαγεῖν τοὺς στρατιώτας καὶ κοινῇ διασώζεσθαι πρὸς τοὺς ἐπὶ θάλατταν τόπους·
夜が明けると、宿営地に逃れていたアリダイオスは、クレアルコスのところへ使者を送り、兵士たちを自分のところへ連れてきて、海辺の地方へ共同で安全に退却することを要請した。
ἀνῃρημένου γὰρ Κύρου καὶ τῶν τοῦ βασιλέως δυνάμεων ὑπερεχουσῶν, ἀγωνία πολλὴ κατέσχε τοὺς τετολμηκότας ἐπὶ τῇ καταλύσει τῆς Ἀρταξέρξου βασιλείας στρατεύεσθαι.
というのも、キュロスが討たれ、王の軍勢が圧倒的に優勢であったため、アルタクセルクセスの王権の打倒を目指してあえて遠征に加わった者たちを、大きな不安が支配したからである。

語釈・文法注

  1. 14.24.1τῆς φάλαγγος ἐπὶ πολὺ παρεκτεινούσης — 属格絶対構文。ここでは王側の戦列が非常に長く伸びていたという状況を説明し、直後の現在分詞 `κυκλούμενος`(包囲されつつある)の直接の原因・状況を表している。
  2. 14.24.3ὧν δεξαμένων — 関係代名詞の連結(connecting relative)を伴う属格絶対。先行詞は前文の `τοὺς Ἕλληνας`(ギリシア人たち)であり、「彼ら(ギリシア人たち)が襲撃を勇敢に受け止めると」と訳す。
  3. 14.24.4ἔφθασαν εἰς τὴν παρεμβολήν — 動詞 `φθάνω` は古典期ギリシア語では通常「〜に先んじる」という意味で分詞を伴うが、ここでは単に「〜に到着する、たどり着く」というコイネー期の特徴的な用法で使われている。
  4. 14.24.7τοὺς τετολμηκότας ἐπὶ τῇ καταλύσει... στρατεύεσθαι — 完了分詞 `τοὺς τετολμηκότας` は「あえて〜することを試みた人々」を意味し、その具体的な内容として不定詞 `στρατεύεσθαι`(遠征する)を取る。`ἐπί` +与格は目的(〜の打倒を求めて)を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §14.24.1-14.24.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.24.1-14.24.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。