§14.17.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Μικίων, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὑπατικὴν ἀρχὴν μετέλαβον χιλίαρχοι τρεῖς, Τίτος Κοΐντιος καὶ Γάιος Ἰούλιος καὶ Αὖλος Μαμίλος.
一年の歳月が経過すると、アテナイではミキオーンが執政官となり、ローマでは3人の執政官職権をもつ軍事千人隊長、すなわちティトゥス・クィンクティウス、ガイウス・ユリウス、アウルス・マミリウスが執政官の職務を引き継いだ。
τούτων δὲ τὰς ἀρχὰς λαβόντων οἱ τὸν Ὠρωπὸν οἰκοῦντες πρὸς ἀλλήλους στασιάσαντες ἐφυγάδευσαν τῶν πολιτῶν τινας.
彼らが職に就いたとき、オーローポスに住む人々は、互いに内紛を起こし、市民の何人かを追放した。
§14.17.2οἱ δὲ φυγάδες μέχρι μέν τινος διʼ ἑαυτῶν ἐπεβάλοντο κατελθεῖν, οὐ δυνάμενοι δὲ τὴν προαίρεσιν ἐπὶ τέλος ἀγαγεῖν, ἔπεισαν τοὺς Θηβαίους ἑαυτοῖς συναποστεῖλαι δύναμιν.
追放された人々は、しばらくの間は自分たちの力で帰還することを試みたが、自らの企てを完遂することができなかったため、テーバイ人たちを説得して、自分たちとともに軍勢を派遣させた。
§14.17.3Θηβαῖοι δὲ στρατεύσαντες ἐπὶ τοὺς Ὠρωπίους καὶ κυριεύσαντες τῆς πόλεως, μετῴκισαν ἀπὸ τῆς θαλάττης αὐτοὺς ὡς ἑπτὰ σταδίους, καὶ χρόνους μέν τινας εἴασαν καθʼ αὑτοὺς πολιτεύεσθαι, μετὰ δὲ ταῦτα δόντες πολιτείαν τὴν χώραν Βοιωτίαν ἐποιήσαντο.
テーバイ人たちはオーローポス人たちに対して遠征し、その都市を支配下におくと、彼らを海から約七スタディオン内陸に移住させた。 そしてしばらくの間は彼らが独自の国制で自治を行うことを許したが、その後、市民権を与えて、その領土をボイオーティアの一部とした。
§14.17.4τούτων δὲ πραττομένων Λακεδαιμόνιοι καὶ ἄλλα μὲν πλείονα τοῖς Ἠλείοις ἐνεκάλουν, μάλιστα δʼ ὅτι Ἆγιν αὐτῶν τὸν βασιλέα διεκώλυσαν τῷ θεῷ θῦσαι καὶ διότι τοῖς Ὀλυμπίοις Λακεδαιμονίους οὐκ εἴασαν ἀγωνίσασθαι.
これらのことが行われている間に、ラケダイモーン人たちは、エーレイオス人に対して他にも多くの非難を浴びせていたが、特に、彼らの王アギスが神に犠牲を捧げるのをエーレイオス人たちが妨げたこと、そしてラケダイモーン人たちがオリンピア競技会で競い合うのを許さなかったことを理由として(非難を強めた)。
§14.17.5διόπερ κρίναντες πρὸς αὐτοὺς ἐκφέρειν πόλεμον, δέκα πρεσβευτὰς ἀπέστειλαν, πρῶτον μὲν κελεύοντες τὰς περιοίκους πόλεις ἐᾶν αὐτονόμους εἶναι, ἔπειτα τὰς δαπάνας τοῦ πρὸς Ἀθηναίους πολέμου κατὰ τὸ ἐπιβάλλον αὐτοῖς μέρος ἀπῄτουν.
それゆえ、彼らに対して戦争を起こすことを決意し、十人の使節を派遣した。 その使節は、まず周辺の都市を自治のままにしておくよう要求し、次にアテナイ人との戦争の戦費のうち、彼らに割り当てられるべき分を要求した。
§14.17.6ταῦτα δʼ ἔπραττον προφάσεις αὑτοῖς εὐλόγους καὶ πιθανὰς ἀρχὰς ζητοῦντες πολέμου.
彼らがこのようなことを行ったのは、自分たちのために、戦争の妥当な口実と説得力のある大義名分を求めていたからであった。
οὐ προσεχόντων δὲ τῶν Ἠλείων, ἀλλὰ καὶ προσεγκαλούντων ὅτι τοὺς Ἕλληνας καταδουλοῦνται, τὸν ἕτερον τῶν βασιλέων Παυσανίαν ἐπʼ αὐτοὺς ἀπέστειλαν μετὰ στρατιωτῶν τετρακισχιλίων.
しかし、エーレイオス人たちがこれに耳を貸さず、それどころか、ラケダイモーン人たちがギリシア人たちを奴隷化しているとさらに非難したため、彼らは二人の王のうちの一人であるパウサニアスを、四千人の兵士とともに彼らに対して派遣した。
§14.17.7συνηκολούθουν δʼ αὐτῷ πολλοὶ στρατιῶται καὶ παρὰ τῶν συμμάχων σχεδὸν ἁπάντων πλὴν Βοιωτῶν καὶ Κορινθίων·
そして、ボイオーティア人とコリントス人を除く、ほぼすべての同盟国からも多くの兵士が彼に同行した。
οὗτοι δὲ δυσχεραίνοντες τοῖς ὑπὸ Λακεδαιμονίων πραττομένοις οὐ μετέσχον τῆς ἐπὶ τὴν Ἦλιν στρατείας.
ボイオーティア人とコリントス人は、ラケダイモーン人たちの行いに不満を抱いていたため、エリスへの遠征には参加しなかったのである。
§14.17.8ὁ δʼ οὖν Παυσανίας κατʼ ἔφοδον τῆς Ἀρκαδίας ἐμβαλὼν εἰς τὴν Ἦλιν Λασίωνα μὲν φρούριον εὐθὺς εἷλεν ἐξ ἐφόδου, μετὰ δὲ ταῦτα διὰ τῆς Ἀκρωρείας ἀγαγὼν τὸ στρατόπεδον τέτταρας πόλεις προσηγάγετο, Θραῖστον, Ἅλιον, Ἐπιτάλιον, Ὀποῦντα.
ともかくパウサニアスは、アルカディアの進入路からエリス領内に侵入し、砦であるラシオンを即座に陥落させ、その後、アクロレイアを通って軍勢を導き、四つの都市、すなわちトライトス、ハリオス、エピタリオン、オプースを服従させた。
§14.17.9ἐκεῖθεν δὲ τῇ Πύλῳ προσστρατοπεδεύσας εὐθὺς καὶ τοῦτο τὸ χωρίον παρέλαβεν, ἀπέχον τῆς Ἤλιδος σταδίους ὡς ἑβδομήκοντα.
そこからピュロスの近くに陣を張り、エリス市から約七十スタディオン離れたこの地をも即座に奪取した。
μετὰ δὲ ταῦτʼ ἐπʼ αὐτὴν πορευθεὶς τὴν Ἦλιν ἐπὶ τῶν πέραν τοῦ ποταμοῦ λόφων κατεστρατοπέδευσεν.
その後、エリスの町そのものへと進軍し、川の対岸にある丘の上に陣を敷いた。
Ἠλεῖοι δὲ μικρὸν ἔμπροσθεν ἦσαν παρʼ Αἰτωλῶν εἰληφότες συμμάχους ἐπιλέκτους ἄνδρας χιλίους, οἷς τὸν περὶ τὸ γυμνάσιον τόπον δεδώκεισαν φυλάττειν.
一方、エーレイオス人たちは、少し前にアイトリア人から千人の精鋭の同盟軍を受け取っており、彼らにギムナシオンの周囲の場所を守るよう任せていた。
§14.17.10τοῦ δὲ Παυσανίου τοῦτον τὸν τόπον πρῶτον ἐπιχειρήσαντος πολιορκεῖν καταπεφρονηκότως, ὡς οὐδέποτʼ ἂν τολμησάντων Ἠλείων ἐπεξελθεῖν, ἐξαίφνης οἵ τε Αἰτωλοὶ καὶ πολλοὶ τῶν πολιτῶν ἐκχυθέντες ἐκ τῆς πόλεως κατεπλήξαντο τοὺς Λακεδαιμονίους, καὶ σχεδὸν τριάκοντα αὐτῶν κατέβαλον.
しかし、パウサニアスがこの場所を最初に、エーレイオス人たちが打って出るなど決して敢えてすまいと侮って包囲しようと試みたため、突如としてアイトリア人たちと多くの市民が町からなだれ出てラケダイモーン人たちを驚倒させ、彼らのうちおよそ三十人を討ち取った。
§14.17.11ὁ δὲ Παυσανίας τότε μὲν ἔλυσε τὴν πολιορκίαν, μετὰ δὲ ταῦθʼ ὁρῶν ἐργώδη τὴν ἅλωσιν οὖσαν, ἐπῄει πορθῶν καὶ φθείρων τὴν χώραν ἱερὰν οὖσαν, καὶ παμπληθεῖς ὠφελείας ἤθροισεν.
パウサニアスはその時は包囲を解いたが、その後、都市を攻略することは困難であると見て、聖なる土地であったその地域を掠奪し破壊しながら進み、非常に多くの戦利品を集めた。
§14.17.12ἤδη δὲ τοῦ χειμῶνος συνεγγίζοντος κατὰ μὲν τὴν Ἠλείαν ἐτείχισε φρούρια, καὶ τὴν ἱκανὴν ἐν αὐτοῖς κατέλιπε δύναμιν, αὐτὸς δὲ μετὰ τῆς ὑπολοίπου στρατιᾶς ἐν Δύμῃ παρεχείμασεν.
すでに冬が近づいていたので、エリス領内にいくつかの砦を築き、そこに十分な守備隊を残した。 彼自身は残りの軍勢を率いてデュメで冬を越した。