§14.13.1Λύσανδρος δὲ ὁ Σπαρτιάτης ἐπειδὴ πάσας τὰς ὑπὸ Λακεδαιμονίους πόλεις διῴκησε κατὰ τὴν τῶν ἐφόρων γνώμην, ἐν αἷς μὲν δεκαδαρχίας, ἐν αἷς δʼ ὀλιγαρχίας καταστήσας, περίβλεπτος ἦν ἐν τῇ Σπάρτῃ.
スパルタ人リュサンドロスは、ラケダイモン人の支配下にあるすべての都市をエフォロイの意向に従って再編し、ある都市には十人支配を、別の都市には寡頭制を確立すると、スパルタで大きな注目を集める存在となった。
καταλύσας γὰρ τὸν Πελοποννησιακὸν πόλεμον τῇ πατρίδι περιτεθεικὼς ἦν τὴν ἡγεμονίαν ὁμολογουμένην καὶ τὴν κατὰ γῆν καὶ τὴν κατὰ θάλατταν.
というのも、彼はペロポネソス戦争を終結させ、祖国に陸海両面で誰もが認める覇権をもたらしていたからである。
§14.13.2διόπερ ἐπὶ τούτοις πεφρονηματισμένος διενοεῖτο καταλῦσαι τὴν τῶν Ἡρακλειδῶν βασιλείαν καὶ κοινὴν ἐκ πάντων Σπαρτιατῶν ποιῆσαι τὴν αἵρεσιν τῶν βασιλέων·
それゆえ、これらの功績によって思い上がった彼は、ヘラクレスの末裔たちの王政を廃止し、すべてのスパルタ人の中から王の選出を誰もが行えるようにしようと企てた。
ἤλπιζε γὰρ εἰς ἑαυτὸν τάχιστα τὴν ἀρχὴν ἥξειν διὰ τὸ μεγίστας καὶ καλλίστας πράξεις κατειργάσθαι.
最大かつ最も輝かしい功績を成し遂げたことによって、権力が自分に最も早く回ってくるだろうと期待したからである。
§14.13.3θεωρῶν δὲ τοὺς Λακεδαιμονίους μάλιστα τοῖς μαντείοις προσέχοντας, ἐπεχείρησε τὴν ἐν Δελφοῖς προφῆτιν διαφθεῖραι χρήμασιν·
しかし、ラケダイモン人たちが何よりも神託を重んじることを見て取り、彼は金でデルポイの巫女を買収しようと試みた。
ἐνόμιζε γάρ, εἰ χρησμὸν λάβοι σύμμαχον ταῖς ἰδίαις ἐπιβολαῖς, ῥᾳδίως ἄξειν ἐπὶ τέλος τὴν προαίρεσιν.
自分の企てに味方する神託を得られれば、その意図を容易に達成できると考えたからである。
§14.13.4ἐπεὶ δὲ παμπληθῆ χρήματα τοῖς περὶ τὸ μαντεῖον διατρίβουσιν ὑπισχνούμενος οὐκ ἔπειθε, ταῖς ἐν Δωδώνῃ περὶ τὸ μαντεῖον οὔσαις ἱερείαις προσήνεγκε λόγους περὶ τῶν αὐτῶν διά τινος Φερεκράτους, Ἀπολλωνιάτου μὲν τὸ γένος, ἔχοντος δὲ συνήθειαν πρὸς τοὺς περὶ τὸ ἱερὸν διατρίβοντας.
しかし、神託所に仕える者たちに多額の資金を約束したものの、彼らを説得することができなかったため、彼はドドナの神託所に仕える巫女たちに対して、生まれはアポロニア人であり神殿に仕える者たちと親交のあったフェレクラテスという人物を通じて、同じ件についての交渉を持ちかけた。
§14.13.5οὐδὲν δὲ πρᾶξαι δυνάμενος ἐξεδήμησεν εἰς Κυρήνην, πρόφασιν μὲν ὡς εὐχὰς ἀποδιδοὺς Ἄμμωνι, τῇ δʼ ἀληθείᾳ διαφθεῖραι βουλόμενος τὸ μαντεῖον·
そこでも何も達成できなかったため、彼はアモンに誓願を果たすという口実でキュレネへと旅立ったが、実際にはその神託所を買収することを望んでいた。
ἐκόμισε δὲ καὶ χρημάτων πλῆθος, διʼ ὧν ἤλπιζε τοὺς περὶ τὸ ἱερὸν διατρίβοντας πεῖσαι.
彼はまた、神殿に仕える者たちを説得できると期待して、多額の資金を携えて行った。
§14.13.6καὶ γὰρ ὁ βασιλεὺς τῶν περὶ ἐκείνους τοὺς τόπους Λίβυς ξένος ἦν αὐτῷ πατρικός, καὶ τὸν ἀδελφὸν τοῦ Λυσάνδρου συνέβαινεν ὀνομάζεσθαι Λίβυν ἀπὸ τῆς πρὸς ἐκεῖνον φιλίας.
というのも、その地方の王であるリビュスは彼の父祖以来の客友であり、リュサンドロスの弟も彼との友情から「リビュス」と名付けられていたからである。
§14.13.7διὰ δὴ τούτου καὶ τῶν κομιζομένων χρημάτων ἐλπίσας πείσειν, οὐ μόνον ἀπέτυχε τῆς ἐπιβολῆς, ἀλλὰ καὶ συνεξέπεμψαν οἱ τοῦ μαντείου προεστῶτες πρέσβεις τοὺς κατηγορήσοντας τοῦ Λυσάνδρου περὶ τῆς τοῦ χρηστηρίου διαφθορᾶς.
そこで、この人物と持参した資金によって説得できると期待したものの、その企てに失敗したばかりか、神託所の指導者たちは、リュサンドロスが神託所を買収しようとしたことについて告訴するための使節を共同で派遣した。
ὁ δὲ Λύσανδρος παραγενηθεὶς εἰς Λακεδαίμονα, κρίσεως αὐτῷ προτεθείσης ἀπελογήσατο πιθανῶς ὑπὲρ αὑτοῦ.
しかし、リュサンドロスはラケダイモンに戻り、裁判にかけられたものの、自分自身のために説得力のある弁明をした。
§14.13.8τότε μὲν οὖν οὐδὲν ᾔδεισαν οἱ Λακεδαιμόνιοι περὶ τῆς τοῦ Λυσάνδρου προαιρέσεως εἰς τὸ καταλῦσαι τοὺς ἀφʼ Ἡρακλέους βασιλεῖς·
その当時は、ラケダイモン人たちはヘラクレスの末裔たる王たちを廃止しようとするリュサンドロスの意図について何も知らなかった。
μετὰ δέ τινα χρόνον τελευτήσαντος αὐτοῦ, καί τινων χρηματισμῶν ζητουμένων κατὰ τὴν οἰκίαν, εὗρον λόγον γεγραμμένον πολυτελῶς, ὃν ἐπραγματεύσατο πρὸς τὰ πλήθη, πείσων ἐξ ἁπάντων τῶν πολιτῶν αἱρετοὺς γίνεσθαι βασιλεῖς.
しかし、しばらくして彼が死去した際、彼の家でいくつかの文書が捜索されたときに、すべての市民の中から選出された者が王となるよう群衆を説得するために、彼が精巧に書き上げた演説草稿が発見された。